18 Σεπτεμβρίου 2012

ΑΡΧΑΙΕΣ ΤΡΑΓΩΔΙΕΣ. ΕΥΡΙΠΙΔΟΥ "ΕΛΕΝΗ". ΑΡΧΑΙΟ ΚΕΙΜΕΝΟ


 




Ἑλένη
Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί,
ὃς ἀντὶ δίας ψακάδος Αἰγύπτου πέδον
λευκῆς τακείσης χιόνος ὑγραίνει γύας.
Πρωτεὺς δ' ὅτ' ἔζη τῆσδε γῆς τύραννος ἦν,
[5] Φάρον μὲν οἰκῶν νῆσον, Αἰγύπτου δ' ἄναξ,
ὃς τῶν κατ' οἶδμα παρθένων μίαν γαμεῖ,
Ψαμάθην, ἐπειδὴ λέκτρ' ἀφῆκεν Αἰακοῦ.
Τίκτει δὲ τέκνα δισσὰ τοῖσδε δώμασι,
Θεοκλύμενον ἄρσεν' ὅτι δὴ θεοὺς σέβων
[10] βίον διήνεγκ' εὐγενῆ τε παρθένον
Εἰδώ, τὸ μητρὸς ἀγλάισμ', ὅτ' ἦν βρέφος·
ἐπεὶ δ' ἐς ἥβην ἦλθεν ὡραίαν γάμων,
καλοῦσιν αὐτὴν Θεονόην· τὰ θεῖα γὰρ
τά τ' ὄντα καὶ μέλλοντα πάντ' ἠπίστατο,
[15] προγόνου λαβοῦσα Νηρέως τιμὰς πάρα.
Ἡμῖν δὲ γῆ μὲν πατρὶς οὐκ ἀνώνυμος
Σπάρτη, πατὴρ δὲ Τυνδάρεως· ἔστιν δὲ δὴ
λόγος τις ὡς Ζεὺς μητέρ' ἔπτατ' εἰς ἐμὴν
Λήδαν κύκνου μορφώματ' ὄρνιθος λαβών,
[20] ὃς δόλιον εὐνὴν ἐξέπραξ' ὑπ' αἰετοῦ
δίωγμα φεύγων, εἰ σαφὴς οὗτος λόγος·
Ἑλένη δ' ἐκλήθην. Ἃ δὲ πεπόνθαμεν κακὰ
λέγοιμ' ἄν. Ἦλθον τρεῖς θεαὶ κάλλους πέρι
Ἰδαῖον ἐς κευθμῶν' Ἀλέξανδρον πάρα,
[25] Ἥρα Κύπρις τε διογενής τε παρθένος,
μορφῆς θέλουσαι διαπεράνασθαι κρίσιν.
Τοὐμὸν δὲ κάλλος, εἰ καλὸν τὸ δυστυχές,
Κύπρις προτείνασ' ὡς Ἀλέξανδρος γαμεῖ,
νικᾷ. Λιπὼν δὲ βούσταθμ' Ἰδαῖος Πάρις
[30] Σπάρτην ἀφίκεθ' ὡς ἐμὸν σχήσων λέχος.

Ἥρα δὲ μεμφθεῖσ' οὕνεκ' οὐ νικᾷ θεάς,
ἐξηνέμωσε τἄμ' Ἀλεξάνδρῳ λέχη,
δίδωσι δ' οὐκ ἔμ', ἀλλ' ὁμοιώσασ' ἐμοὶ
εἴδωλον ἔμπνουν οὐρανοῦ ξυνθεῖσ' ἄπο,
[35] Πριάμου τυράννου παιδί· καὶ δοκεῖ μ' ἔχειν
κενὴν δόκησιν, οὐκ ἔχων. Τὰ δ' αὖ Διὸς
βουλεύματ' ἄλλα τοῖσδε συμβαίνει κακοῖς·
πόλεμον γὰρ εἰσήνεγκεν Ἑλλήνων χθονὶ
καὶ Φρυξὶ δυστήνοισιν, ὡς ὄχλου βροτῶν
[40] πλήθους τε κουφίσειε μητέρα χθόνα
γνωτόν τε θείη τὸν κράτιστον Ἑλλάδος.
Φρυγῶν δ' ἐς ἀλκὴν προυτέθην ἐγὼ μὲν οὔ,
τὸ δ' ὄνομα τοὐμόν, ἆθλον Ἕλλησιν δορός.
Λαβὼν δέ μ' Ἑρμῆς ἐν πτυχαῖσιν αἰθέρος
[45] νεφέλῃ καλύψας οὐ γὰρ ἠμέλησέ μου
Ζεύς τόνδ' ἐς οἶκον Πρωτέως ἱδρύσατο,
πάντων προκρίνας σωφρονέστατον βροτῶν,
ἀκέραιον ὡς σῴσαιμι Μενέλεῳ λέχος.
Κἀγὼ μὲν ἐνθάδ' εἴμ', ὁ δ' ἄθλιος πόσις
[50] στράτευμ' ἀθροίσας τὰς ἐμὰς ἀναρπαγὰς
θηρᾷ πορευθεὶς Ἰλίου πυργώματα.
Ψυχαὶ δὲ πολλαὶ δι' ἔμ' ἐπὶ Σκαμανδρίοις
ῥοαῖσιν ἔθανον· ἡ δὲ πάντα τλᾶσ' ἐγὼ
κατάρατός εἰμι καὶ δοκῶ προδοῦσ' ἐμὸν
[55] πόσιν συνάψαι πόλεμον Ἕλλησιν μέγαν.
Τί δῆτ' ἔτι ζῶ; Θεοῦ τόδ' εἰσήκουσ' ἔπος
Ἑρμοῦ, τὸ κλεινὸν ἔτι κατοικήσειν πέδον
Σπάρτης σὺν ἀνδρί, γνόντος ὡς ἐς Ἴλιον
οὐκ ἦλθον, ἵνα μὴ λέκτρ' ὑποστρώσω τινί.
[60] Ἕως μὲν οὖν φῶς ἡλίου τόδ' ἔβλεπεν
Πρωτεύς, ἄσυλος ἦ γάμων· ἐπεὶ δὲ γῆς
σκότῳ κέκρυπται, παῖς ὁ τοῦ τεθνηκότος
θηρᾷ γαμεῖν με. Τὸν πάλαι δ' ἐγὼ πόσιν
τιμῶσα Πρωτέως μνῆμα προσπίτνω τόδε
[65] ἱκέτις, ἵν' ἀνδρὶ τἀμὰ διασῴσῃ λέχη,
ὡς, εἰ καθ' Ἑλλάδ' ὄνομα δυσκλεὲς φέρω,
μή μοι τὸ σῶμά γ' ἐνθάδ' αἰσχύνην ὄφλῃ.
Τεῦκρος
[68] Τίς τῶνδ' ἐρυμνῶν δωμάτων ἔχει κράτος;
Πλούτου γὰρ οἶκος ἄξιος προσεικάσαι,
[70] βασίλειά τ' ἀμφιβλήματ' εὔθριγκοί θ' ἕδραι.
Ἔα·
ὦ θεοί, τίν' εἶδον ὄψιν; Ἐχθίστην ὁρῶ
γυναικὸς εἰκὼ φόνιον, ἥ μ' ἀπώλεσεν
πάντας τ' Ἀχαιούς. Θεοί σ', ὅσον μίμημ' ἔχεις
[75] Ἑλένης, ἀποπτύσειαν. Εἰ δὲ μὴ 'ν ξένῃ
γαίᾳ πόδ' εἶχον, τῷδ' ἂν εὐστόχῳ πτερῷ
ἀπόλαυσιν εἰκοῦς ἔθανες ἂν Διὸς κόρης.
Ἑλένη
Τί δ', ὦ ταλαίπωρ' ὅστις ὤν μ' ἀπεστράφης
καὶ ταῖς ἐκείνης συμφοραῖς ἐμὲ στυγεῖς;
Τεῦκρος
[80] Ἥμαρτον· ὀργῇ δ' εἶξα μᾶλλον ἤ με χρῆν·
μισεῖ γὰρ Ἑλλὰς πᾶσα τὴν Διὸς κόρην.
Σύγγνωθι δ' ἡμῖν τοῖς λελεγμένοις, γύναι.
Ἑλένη
Τίς δ' εἶ; Πόθεν γῆς τῆσδ' ἐπεστράφης πέδον;
Τεῦκρος
Εἷς τῶν Ἀχαιῶν, ὦ γύναι, τῶν ἀθλίων.
Ἑλένη
[85] Οὐ τἄρα σ' Ἑλένην εἰ στυγεῖς θαυμαστέον.
Ἀτὰρ τίς εἶ πόθεν; Τίνος δ' αὐδᾶν σε χρή;
Τεῦκρος
Ὄνομα μὲν ἡμῖν Τεῦκρος, ὁ δὲ φύσας πατὴρ
Τελαμών, Σαλαμὶς δὲ πατρὶς ἡ θρέψασά με.
Ἑλένη
Τί δῆτα Νείλου τούσδ' ἐπιστρέφῃ γύας;
Τεῦκρος
[90] Φυγὰς πατρῴας ἐξελήλαμαι χθονός.
Ἑλένη
Τλήμων ἂν εἴης· Τίς δέ σ' ἐκβάλλει πάτρας;
Τεῦκρος
Τελαμὼν ὁ φύσας. Τίν' ἂν ἔχοις μᾶλλον φίλον;
Ἑλένη
Ἐκ τοῦ; Τὸ γάρ τοι πρᾶγμα συμφορὰν ἔχει.
Τεῦκρος
Αἴας μ' ἀδελφὸς ὤλεσ' ἐν Τροίᾳ θανών.
Ἑλένη
[95] Πῶς; Οὔ τί που σῷ φασγάνῳ βίον στερείς;
Τεῦκρος
Οἰκεῖον αὐτὸν ὤλεσ' ἅλμ' ἐπὶ ξίφος.
Ἑλένη
Μανέντ'; Ἐπεὶ τίς σωφρονῶν τλαίη τάδ' ἄν;
Τεῦκρος
Τὸν Πηλέως τιν' οἶσθ' Ἀχιλλέα γόνον;
Ἑλένη
Ναί·
μνηστήρ ποθ' Ἑλένης ἦλθεν, ὡς ἀκούομεν.
Τεῦκρος
[100] Θανὼν ὅδ' ὅπλων ἔριν ἔθηκε συμμάχοις.
Ἑλένη
Καὶ δὴ τί τοῦτ' Αἴαντι γίγνεται κακόν;
Τεῦκρος
Ἄλλου λαβόντος ὅπλ' ἀπηλλάχθη βίου.
Ἑλένη
Σὺ τοῖς ἐκείνου δῆτα πήμασιν νοσεῖς;
Τεῦκρος
Ὁθούνεκ' αὐτῷ γ' οὐ ξυνωλόμην ὁμοῦ.
Ἑλένη
[105] Ἦλθες γάρ, ὦ ξέν', Ἰλίου κλεινὴν πόλιν;
Τεῦκρος
Καὶ ξύν γε πέρσας αὐτὸς ἀνταπωλόμην.
Ἑλένη
Ἤδη γὰρ ἧπται καὶ κατείργασται πυρί;
Τεῦκρος
Ὥστ' οὐδ' ἴχνος γε τειχέων εἶναι σαφές.
Ἑλένη
Ὦ τλῆμον Ἑλένη, διὰ σ' ἀπόλλυνται Φρύγες.
Τεῦκρος
[110] Καὶ πρός γ' Ἀχαιοί· μεγάλα δ' εἴργασται κακά.
Ἑλένη
Πόσον χρόνον γὰρ διαπεπόρθηται πόλις;
Τεῦκρος
Ἑπτὰ σχεδόν τι καρπίμους ἐτῶν κύκλους.
Ἑλένη
Χρόνον δ' ἐμείνατ' ἄλλον ἐν Τροίᾳ πόσον;
Τεῦκρος
Πολλὰς σελήνας, δέκα διελθούσας ἔτη.
Ἑλένη
[115] Ἦ καὶ γυναῖκα Σπαρτιᾶτιν εἵλετε;
Τεῦκρος
Μενέλαος αὐτὴν ἦγ' ἐπισπάσας κόμης.
Ἑλένη
Εἶδες σὺ τὴν δύστηνον; Ἢ κλύων λέγεις;
Τεῦκρος
Ὥσπερ γε σέ, οὐδὲν ἧσσον, ὀφθαλμοῖς ὁρῶ.
Ἑλένη
Σσκοπεῖτε μὴ δόκησιν εἴχετ' ἐκ θεῶν.
Τεῦκρος
[120] Ἄλλου λόγου μέμνησο, μὴ κείνης ἔτι.
Ἑλένη
Οὕτω δοκεῖτε τὴν δόκησιν ἀσφαλῆ;
Τεῦκρος
Οὐτὸς γὰρ ὄσσοις εἰδόμην· καὶ νοῦς ὁρᾷ.
Ἑλένη
Ἤδη δ' ἐν οἴκοις σὺν δάμαρτι Μενέλεως;
Τεῦκρος
Οὔκουν ἐν Ἄργει <γ'> οὐδ' ἐπ' Εὐρώτα ῥοαῖς.
Ἑλένη
[125] Αἰαῖ· κακὸν τόδ' εἶπας οἷς κακὸν λέγεις.
Τεῦκρος
Ὡς κεῖνος ἀφανὴς σὺν δάμαρτι κλῄζεται.
Ἑλένη
Οὐ πᾶσι πορθμὸς αὑτὸς Ἀργείοισιν ἦν;
Τεῦκρος
Ἦν, ἀλλὰ χειμὼν ἄλλοσ' ἄλλον ὥρισεν.
Ἑλένη
Ποίοισιν ἐν νώτοισι ποντίας ἁλός;
Τεῦκρος
[130] Μέσον περῶσι πέλαγος Αἰγαίου πόρου.
Ἑλένη
Κἀκ τοῦδε Μενέλαν οὔτις εἶδ' ἀφιγμένον;
Τεῦκρος
Οὐδείς· θανὼν δὲ κλῄζεται καθ' Ἑλλάδα.
Ἑλένη
Ἀπωλόμεσθα· Θεστιὰς δ' ἔστιν κόρη;
Τεῦκρος
Λήδαν ἔλεξας; Οἴχεται θανοῦσα δή.
Ἑλένη
[135] Οὔ πού νιν Ἑλένης αἰσχρὸν ὤλεσεν κλέος;
Τεῦκρος
Φασίν, βρόχῳ γ' ἅψασαν εὐγενῆ δέρην.
Ἑλένη
Οἱ Τυνδάρειοι δ' εἰσὶν ἢ οὐκ εἰσὶν κόροι;
Τεῦκρος
Τεθνᾶσι καὶ οὐ τεθνᾶσι· δύο δ' ἐστὸν λόγω.
Ἑλένη
Πότερος ὁ κρείσσων; Ὦ τάλαιν' ἐγὼ κακῶν.
Τεῦκρος
[140] Ἄστροις σφ' ὁμοιωθέντε φάσ' εἶναι θεώ.
Ἑλένη
Καλῶς ἔλεξας τοῦτο· θάτερον δὲ τί;
Τεῦκρος
[141] Σφαγαῖς ἀδελφῆς οὕνεκ' ἐκπνεῦσαι βίον.
Ἅλις δὲ μύθων· οὐ διπλᾶ χρῄζω στένειν.
Ὧν δ' οὕνεκ' ἦλθον τούσδε βασιλείους δόμους,
[145] τὴν θεσπιῳδὸν Θεονόην χρῄζων ἰδεῖν,
σὺ προξένησον, ὡς τύχω μαντευμάτων
ὅπῃ νεὼς στείλαιμ' ἂν οὔριον πτερὸν
ἐς γῆν ἐναλίαν Κύπρον, οὗ μ' ἐθέσπισεν
οἰκεῖν Ἀπόλλων, ὄνομα νησιωτικὸν
[150] Σαλαμῖνα θέμενον τῆς ἐκεῖ χάριν πάτρας.
Ἑλένη
Πλοῦς, ὦ ξέν', αὐτὸς σημανεῖ· σὺ δ' ἐκλιπὼν
γῆν τήνδε φεῦγε πρίν σε παῖδα Πρωτέως
ἰδεῖν, ὃς ἄρχει τῆσδε γῆς· ἄπεστι δὲ
κυσὶν πεποιθὼς ἐν φοναῖς θηροκτόνοις·
[155] κτείνει γὰρ Ἕλλην' ὅντιν' ἂν λάβῃ ξένον.
Ὅτου δ' ἕκατι, μήτε σὺ ζήτει μαθεῖν
ἐγώ τε σιγῶ· τί γὰρ ἂν ὠφελοῖμί σε;
Τεῦκρος
[158]`Καλῶς ἔλεξας, ὦ γύναι· θεοὶ δέ σοι
ἐσθλῶν ἀμοιβὰς ἀντιδωρησαίατο.
[160] Ἑλένῃ δ' ὅμοιον σῶμ' ἔχουσ' οὐ τὰς φρένας
ἔχεις ὁμοίας, ἀλλὰ διαφόρους πολύ.
Κακῶς δ' ὄλοιτο μηδ' ἐπ' Εὐρώτα ῥοὰς
ἔλθοι· σὺ δ' εἴης εὐτυχὴς ἀεί, γύναι.
Ἑλένη
[164] Ὢ, μεγάλων ἀχέων καταβαλλομένα μέγαν οἶκτον
[165] ποῖον ἁμιλλαθῶ γόον; Ἢ τίνα μοῦσαν ἐπέλθω
δάκρυσιν ἢ θρήνοις ἢ πένθεσιν; Αἰαῖ.
Πτεροφόροι νεάνιδες,
παρθένοι Χθονὸς κόραι
Σειρῆνες, εἴθ' ἐμοῖς γόοις
[170] μόλοιτ' ἔχουσαι Λίβυν
λωτὸν ἢ σύριγγας ἢ
φόρμιγγας, αἰλίνοις κακοῖς
τοῖς ἐμοῖσι σύνοχα δάκρυα·
πάθεσι πάθεα, μέλεσι μέλεα,
μουσεῖα θρηνήμα-
σι ξυνῳδὰ πέμψειε
[175] Φερσέφασσα
φόνια, χάριτας ἵν' ἐπὶ δάκρυσι
παρ' ἐμέθεν ὑπὸ μέλαθρα νύχια
[177β] παιᾶνα
νέκυσιν ὀλομένοις λάβῃ.
Χορός
[179] Κυανοειδὲς ἀμφ' ὕδωρ
[180] ἔτυχον ἕλικά τ' ἀνὰ χλόαν
φοίνικας ἁλίου πέπλους
αὐγαῖσιν ἐν χρυσέαις
ἀμφὶ δόνακος ἔρνεσιν
θάλπουσα· <ποτνίας δ' ἐμᾶς,>
ἔνθεν οἰκτρὸν ἀνεβόασεν,
[185] ὅμαδον ἔκλυον, ἄλυρον ἔλεγον,
ὅτι ποτ' ἔλακεν αἰάγμα
σι στένουσα, Νύμφα τις
[187β] οἷα Ναὶ̈ς
ὄρεσι φυγάδα νόμον ἱεῖσα
γοερόν, ὑπὸ δὲ πέτρινα γύαλα
[189β] κλαγγαῖσι
[190] Πανὸς ἀναβοᾷ γάμους.
Ἑλένη
[191] Ἰὼ ἰώ·
θήραμα βαρβάρου πλάτας,
Ἑλλανίδες κόραι,
ναύτας Ἀχαιῶν
[195] τις ἔμολεν ἔμολε δάκρυα δάκρυσί μοι φέρων.
Ἰλίου κατασκαφαὶ
πυρὶ μέλουσι δαί̈ῳ
δι' ἐμὲ τὰν πολυκτόνον,
δι' ἐμὸν ὄνομα πολύπονον.
[200] Λήδα δ' ἐν ἀγχόναις
θάνατον ἔλαβεν αἰσχύ-
νας ἐμᾶς ὑπ' ἀλγέων.
Ὁ δ' ἐμὸς ἐν ἁλὶ πολυπλανὴς
πόσις ὀλόμενος οἴχεται,
[205] Κάστορός τε συγγόνου τε
διδυμογενὲς ἄγαλμα πατρίδος
ἀφανὲς ἀφανὲς ἱππόκροτα λέ-
λοιπε δάπεδα γυμνάσιά τε
[210] δονακόεντος Εὐρώ-
[210β] τα, νεανιᾶν πόνον.
Χορός
[211] Οἰαῖ αἰαῖ·
ὦ δαίμονος πολυστόνου
μοίρας τε σᾶς, γύναι.
Αἰὼν δυσαίων
τις ἔλαχεν ἔλαχεν, ὅτε σ' ἐτέκετο ματρόθεν
[215] χιονόχρως κύκνου πτερῷ
Ζεὺς πρέπων δι' αἰθέρος·
τί γὰρ ἄπεστί σοι κακῶν;
Τίνα δὲ βίοτον οὐκ ἔτλας;
Μάτηρ μὲν οἴχεται,
[220] δίδυμά τε Διὸς οὐκ εὐ-
δαιμονεῖ τέκεα φίλα,
χθόνα δὲ πάτριον οὐχ ὁρᾷς,
διὰ δὲ πόλεας ἔρχεται
βάξις, ἅ σε βαρβάροισι,
[225] πότνια, παραδίδωσι λέχεσιν,
ὁ δὲ σὸς ἐν ἁλὶ κύμασί τε λέ-
λοιπε βίοτον, οὐδέ ποτ' ἔτι
πάτρια μέλαθρα καὶ τὰν
[228β] Χαλκίοικον ὀλβιεῖς.
Ἑλένη
[229] Φεῦ φεῦ, τίς ἢ Φρυγῶν
[230] ἢ τίς Ἑλλανίας ἀπὸ χθονὸς
ἔτεμε τὰν δακρυόεσσαν
Ἰλίῳ πεύκαν;
Ἔνθεν ὀλόμενον σκάφος
συναρμόσας ὁ Πριαμίδας
ἔπλευσε βαρβάρῳ πλάτᾳ
[235] τὰν ἐμὰν ἐφ' ἑστίαν,
ἐπὶ τὸ δυστυχέστατον
κάλλος, ὡς ἕλοι, γάμων
ἀμῶν· ἅ τε δόλιος
ἁ πολυκτόνος Κύπρις
Δαναί̈δαις ἄγουσα θάνατον Πριαμίδαις,
[240] ὦ τάλαινα συμφορᾶς.
Ἁ δὲ χρυσέοις θρόνοις
Διὸς ὑπαγκάλισμα σεμνὸν
Ἥρα τὸν ὠκύπουν
ἔπεμψε Μαιάδος γόνον·
ὅς με χλοερὰ δρεπομέναν
[245] ἔσω πέπλων ῥόδεα πέταλα,
Χαλκίοικον ὡς Ἀθάναν μόλοιμ',
ἀναρπάσας δι' αἰθέρος
τάνδε γαῖαν εἰς ἄνολβον
ἔριν ἔριν τάλαιναν ἔθετο
Πριαμίδαισιν Ἑλλάδος.
Τὸ δ' ἐμὸν ὄνομα
[250] παρὰ Σιμουντίοις ῥοαῖσι
μαψίδιον ἔχει φάτιν.
Χορός
Ἔχεις μὲν ἀλγείν', οἶδα· σύμφορον δέ τοι
ὡς ῥᾷστα τἀναγκαῖα τοῦ βίου φέρειν.
Ἑλένη
[255] Φίλαι γυναῖκες, τίνι πότμῳ συνεζύγην;
Ἆρ' ἡ τεκοῦσά μ' ἔτεκεν ἀνθρώποις τέρας;
Γυνὴ γὰρ οὔθ' Ἑλληνὶς οὔτε βάρβαρος
τεῦχος νεοσσῶν λευκὸν ἐκλοχεύεται,
ἐν ᾧ με Λήδαν φασὶν ἐκ Διὸς τεκεῖν.
[260] Τέρας γὰρ ὁ βίος καὶ τὰ πράγματ' ἐστί μου,
τὰ μὲν δι' Ἥραν, τὰ δὲ τὸ κάλλος αἴτιον.
Εἴθ' ἐξαλειφθεῖσ' ὡς ἄγαλμ' αὖθις πάλιν
αἴσχιον εἶδος ἔλαβον ἀντὶ τοῦ καλοῦ,
καὶ τὰς τύχας μὲν τὰς κακὰς ἃς νῦν ἔχω
[265] Ἕλληνες ἐπελάθοντο, τὰς δὲ μὴ κακὰς
ἔσῳζον ὥσπερ τὰς κακὰς σῴζουσί μου.
Ὅστις μὲν οὖν ἐς μίαν ἀποβλέπων τύχην
πρὸς θεῶν κακοῦται, βαρὺ μέν, οἰστέον δ' ὅμως·
ἡμεῖς δὲ πολλαῖς συμφοραῖς ἐγκείμεθα.
[270] Πρῶτον μὲν οὐκ οὖσ' ἄδικος, εἰμὶ δυσκλεής·
καὶ τοῦτο μεῖζον τῆς ἀληθείας κακόν,
ὅστις τὰ μὴ προσόντα κέκτηται κακά.
Ἔπειτα πατρίδος θεοί μ' ἀφιδρύσαντο γῆς
ἐς βάρβαρ' ἤθη, καὶ φίλων τητωμένη
[275] δούλη καθέστηκ' οὖσ' ἐλευθέρων ἄπο·
τὰ βαρβάρων γὰρ δοῦλα πάντα πλὴν ἑνός.
Ἄγκυρα δ' ἥ μου τὰς τύχας ὤχει μόνη,
πόσιν ποθ' ἥξειν καί μ' ἀπαλλάξειν κακῶν
οὗτος τέθνηκεν, οὗτος οὐκέτ' ἔστι δή.
[280] Μήτηρ δ' ὄλωλε, καὶ φονεὺς αὐτῆς ἐγώ,
ἀδίκως μέν, ἀλλὰ τἄδικον τοῦτ' ἔστ' ἐμόν·
ὃ δ' ἀγλάισμα δωμάτων ἐμοῦ τ' ἔφυ,
θυγάτηρ ἄνανδρος πολιὰ παρθενεύεται·
τὼ τοῦ Διὸς δὲ λεγομένω Διοσκόρω
[285] οὐκ ἐστόν. Ἀλλὰ πάντ' ἔχουσα δυστυχῆ
τοῖς πράγμασιν τέθνηκα, τοῖς δ' ἔργοισιν οὔ.
Τὸ δ' ἔσχατον τοῦτ', εἰ μόλοιμεν ἐς πάτραν,
κλῄθροις ἂν εἰργοίμεσθα τὴν ὑπ' Ἰλίῳ
δοκοῦντες Ἑλένην Μενέλεώ μ' ἐλθεῖν μέτα.
[290] Εἰ μὲν γὰρ ἔζη πόσις, ἀνεγνώσθημεν ἂν
ἐλθόντες, ἃ φανέρ' ἦν μόνοις, ἐς ξύμβολα.
Νῦν δ' οὔτε τοῦτ' ἔστ' οὔτε μὴ σωθῇ ποτε.
Τί δῆτ' ἔτι ζῶ; Τίν' ὑπολείπομαι τύχην;
Γάμους ἑλομένη τῶν κακῶν ὑπαλλαγάς,
[295] μετ' ἀνδρὸς οἰκεῖν βαρβάρου πρὸς πλουσίαν
τράπεζαν ἵζουσ'; Ἀλλ' ὅταν πόσις πικρὸς
ξυνῇ γυναικί, καὶ τὸ σῶμ' ἐστιν πικρόν.
Θανεῖν κράτιστον· πῶς θάνοιμ' ἂν οὐ καλῶς;
Ἀσχήμονες μὲν ἀγχόναι μετάρσιοι,
[300] κἀν τοῖσι δούλοις δυσπρεπὲς νομίζεται·
σφαγαὶ δ' ἔχουσιν εὐγενές τι καὶ καλόν,
σμικρὸν δ' ὁ καιρὸς σάρκ' ἀπαλλάξαι βίου.
Ἐς γὰρ τοσοῦτον ἤλθομεν βάθος κακῶν·
αἱ μὲν γὰρ ἄλλαι διὰ τὸ κάλλος εὐτυχεῖς
[305] γυναῖκες, ἡμᾶς δ' αὐτὸ τοῦτ' ἀπώλεσεν.
Χορός
[306] Ἑλένη, τὸν ἐλθόνθ', ὅστις ἐστὶν ὁ ξένος,
μὴ πάντ' ἀληθῆ δοξάσῃς εἰρηκέναι.
Ἑλένη
Καὶ μὴν σαφῶς γ' ἔλεξ' ὀλωλέναι πόσιν.
Χορός
Πόλλ' ἂν γένοιτο καὶ διὰ ψευδῶν ἔπη.
Ἑλένη
[310] Καὶ τἄμπαλίν γε τῶνδ' ἀληθείᾳ σαφῆ.
Χορός
Ἐς ξυμφορὰν γὰρ ἀντὶ τἀγαθοῦ φέρῃ.
Ἑλένη
Φόβος γὰρ ἐς τὸ δεῖμα περιβαλών μ' ἄγει.
Χορός
Πῶς δ' εὐμενείας τοισίδ' ἐν δόμοις ἔχεις;
Ἑλένη
Πάντες φίλοι μοι πλὴν ὁ θηρεύων γάμους.
Χορός
[315] Οἶσθ' οὖν ὃ δρᾶσον; Μνήματος λιποῦσ' ἕδραν
Ἑλένη
Ἐς ποῖον ἕρπεις μῦθον ἢ παραίνεσιν;
Χορός
[317] Ἐλθοῦσ' ἐς οἴκους, ἣ τὰ πάντ' ἐπίσταται,
τῆς ποντίας Νηρῇδος ἐκγόνου κόρης,
πυθοῦ πόσιν σὸν Θεονόης, εἴτ' ἔστ' ἔτι
[320] εἴτ' ἐκλέλοιπε φέγγος· ἐκμαθοῦσα δ' εὖ
πρὸς τὰς τύχας τὸ χάρμα τοὺς γόους τ' ἔχε.
Πρὶν δ' οὐδὲν ὀρθῶς εἰδέναι, τί σοι πλέον
λυπουμένῃ γένοιτ' ἄν; Ἀλλ' ἐμοὶ πιθοῦ·
τάφον λιποῦσα τόνδε σύμμειξον κόρῃ·
[325] ὅθενπερ εἴσῃ πάντα τἀληθῆ μαθεῖν
ἔχουσ' ἐν οἴκοις τοῖσδε, τί βλέπεις πρόσω;
Θέλω δὲ κἀγὼ σοὶ συνεισελθεῖν δόμους
καὶ συμπυθέσθαι παρθένου θεσπίσματα·
γυναῖκα γὰρ δὴ συμπονεῖν γυναικὶ χρή.
Ἑλένη
[330] Φίλαι, λόγους ἐδεξάμαν·
βᾶτε βᾶτε δ' ἐς δόμους,
ἀγῶνας ἐντὸς οἴκων
ὡς πύθησθε τοὺς ἐμούς.
Χορός
Θέλουσαν οὐ μόλις καλεῖς.
Ἑλένη
[335] Ἰὼ μέλεος ἁμέρα.
Τίν' ἄρα τάλαινα τίνα δακρυό-
εντα λόγον ἀκούσομαι;
Χορός
Μὴ πρόμαντις ἀλγέων
προλάμβαν', ὦ φίλα, γόους.
Ἑλένη
[340] Τί μοι πόσις μέλεος ἔτλα;
Πότερα δέρκεται φάος
τέθριππά θ' ἁλίου κέλευθά τ' ἀστέρων,
[344] ἢ 'ν νέκυσι κατὰ χθονὸς
[345] τὰν χρόνιον ἔχει τύχαν;
Χορός
Ἐς τὸ φέρτερον τίθει
τὸ μέλλον, ὅ τι γενήσεται.
Ἑλένη
Σὲ γὰρ ἐκάλεσα, σὲ δὲ κατόμοσα,
τὸν ὑδρόεντι δόνακι χλωρὸν
[350] Εὐρώταν, θανόντος
εἰ βάξις ἔτυμος ἀνδρὸς
ἅδε μοι τί τάδ' ἀσύνετα;
Φόνιον αἰώρημα
διὰ δέρης ὀρέξομαι,
ἢ ξιφοκτόνον δίωγμα
[355] λαιμορρύτου σφαγᾶς
αὐτοσίδαρον ἔσω πελάσω διὰ σαρκὸς ἅμιλλαν,
θῦμα τριζύγοις θεαῖσι
τῷ τε σήραγγας Ἰδαί
ας ἐνίζοντι Πριαμί
δᾳ ποτ' ἀμφὶ βουστάθμους.
Χορός
[360] Ἄλλοσ' ἀποτροπὰ κακῶν
γένοιτο, τὸ δὲ σὸν εὐτυχές.
Ἑλένη
[362] Ἰὼ Τροία τάλαινα,
[362β] δι' ἔργ' ἄνεργ' ὄλλυσαι
μέλεά τ' ἔτλας· τὰ δ' ἐμὰ δῶρα
Κύπριδος ἔτεκε πολὺ μὲν αἷμα,
[365] πολὺ δὲ δάκρυον· ἄχεά τ' ἄχεσι,
δάκρυα δάκρυσιν ἔλαβε, πάθεα. . . .
Ματέρες τε παῖδας ὄλεσαν,
ἀπὸ δὲ παρθένοι κόμας
ἔθεντο σύγγονοι νεκρῶν Σκαμάνδριον
ἀμφὶ Φρύγιον οἶδμα.
[370] Βοὰν βοὰν δ' Ἑλλὰς
κελάδησε κἀνοτότυξεν,
ἐπὶ δὲ κρατὶ χέρας ἔθηκεν,
ὄνυχι δ' ἁπαλόχροα γένυν
δεῦσε φονίαισι πλαγαῖς.
[375] Ὦ μάκαρ Ἀρκαδίᾳ ποτὲ παρθένε Καλλιστοῖ, Διὸς
ἃ λεχέων ἐπέβας τετραβάμοσι γυίοις,
ὡς πολὺ ματρὸς ἐμᾶς ἔλαχες πλέον,
ἁ μορφᾷ θηρῶν λαχνογυίων
ὄμματι λάβρῷ σχῆμα λεαίνης
[380] ἐξαλλάξασ' ἄχθεα λύπης·
ἅν τέ ποτ' Ἄρτεμις ἐξεχορεύσατο
χρυσοκέρατ' ἔλαφον Μέροπος Τιτανίδα κούραν
καλλοσύνας ἕνεκεν· τὸ δ' ἐμὸν δέμας
ὤλεσεν ὤλεσε πέργαμα Δαρδανίας
[385] ὀλομένους τ' Ἀχαιούς.
Μενελέως
[386] Ὦ τὰς τεθρίππους Οἰνομάῳ Πῖσαν κάτα
Πέλοψ ἁμίλλας ἐξαμιλληθείς ποτε,
εἴθ' ὤφελες τόθ', ἡνίκ' ἔρανον εἰς θεοὺς
πεισθεὶς ἐποίεις, ἐν θεοῖς λιπεῖν βίον,
[390] πρὶν τὸν ἐμὸν Ἀτρέα πατέρα γεννῆσαί ποτε,
ὃς ἐξέφυσεν Ἀερόπης λέκτρων ἄπο
Ἀγαμέμνον' ἐμέ τε Μενέλεων, κλεινὸν ζυγόν·
πλεῖστον γὰρ οἶμαι καὶ τόδ' οὐ κόμπῳ λέγω
στράτευμα κώπῃ διορίσαι Τροίαν ἔπι,
[395] τύραννος οὐδὲν πρὸς βίαν στρατηλατῶν,
ἑκοῦσι δ' ἄρξας Ἑλλάδος νεανίαις.
Καὶ τοὺς μὲν οὐκέτ' ὄντας ἀριθμῆσαι πάρα,
τοὺς δ' ἐκ θαλάσσης ἀσμένους πεφευγότας,
νεκρῶν φέροντας ὀνόματ' εἰς οἴκους πάλιν.
[400] Ἐγὼ δ' ἐπ' οἶδμα πόντιον γλαυκῆς ἁλὸς
τλήμων ἀλῶμαι χρόνον ὅσονπερ Ἰλίου
πύργους ἔπερσα, κἀς πάτραν χρῄζων μολεῖν
οὐκ ἀξιοῦμαι τοῦδε πρὸς θεῶν τυχεῖν.
Λιβύης τ' ἐρήμους ἀξένους τ' ἐπιδρομὰς
[405] πέπλευκα πάσας· χὥταν ἐγγὺς ὦ πάτρας,
πάλιν μ' ἀπωθεῖ πνεῦμα, κοὔποτ' οὔριον
ἐσῆλθε λαῖφος ὥστε μ' ἐς πάτραν μολεῖν.
Καὶ νῦν τάλας ναυαγὸς ἀπολέσας φίλους
ἐξέπεσον ἐς γῆν τήνδε· ναῦς δὲ πρὸς πέτρας
[410] πολλοὺς ἀριθμοὺς ἄγνυται ναυαγίων.
Τρόπις δ' ἐλείφθη ποικίλων ἁρμοσμάτων,
ἐφ' ἧς ἐσώθην μόλις ἀνελπίστῳ τύχῃ
Ἑλένη τε, Τροίας ἣν ἀποσπάσας ἔχω.
Ὄνομα δὲ χώρας ἥτις ἥδε καὶ λεὼς
[415] οὐκ οἶδα· ὄχλον γὰρ ἐσπεσεῖν ᾐσχυνόμην
ὥσθ' ἱστορῆσαι, τὰς ἐμὰς δυσχλαινίας
κρύπτων ὑπ' αἰδοῦς τῆς τύχης. Ὅταν δ' ἀνὴρ
πράξῃ κακῶς ὑψηλός, εἰς ἀηθίαν
πίπτει κακίω τοῦ πάλαι δυσδαίμονος.
[420] Χρεία δὲ τείρει μ'· οὔτε γὰρ σῖτος πάρα
οὔτ' ἀμφὶ χρῶτ' ἐσθῆτες· αὐτὰ δ' εἰκάσαι
πάρεστι ναὸς ἐκβόλοις ἃ ἀμπίσχομαι.
Πέπλους δὲ τοὺς πρὶν λαμπρά τ' ἀμφιβλήματα
χλιδάς τε πόντος ἥρπασ'· ἐν δ' ἄντρου μυχοῖς
[425] κρύψας γυναῖκα τὴν κακῶν πάντων ἐμοὶ
ἄρξασαν ἥκω τούς τε περιλελειμμένους
φίλων φυλάσσειν τἄμ' ἀναγκάσας λέχη.
Μόνος δὲ νοστῶ, τοῖς ἐκεῖ ζητῶν φίλοις
τὰ πρόσφορ' ἤν πως ἐξερευνήσας λάβω.
[430] Ἰδὼν δὲ δῶμα περιφερὲς θριγκοῖς τόδε
πύλας τε σεμνὰς ἀνδρὸς ὀλβίου τινός,
προσῆλθον· ἐλπὶς δ' ἔκ γε πλουσίων δόμων
λαβεῖν τι ναύταις· ἐκ δὲ μὴ ἐχόντων βίον
οὐδ' εἰ θέλοιεν, ὠφελεῖν ἔχοιεν ἄν.
[435] Ὠή· τίς ἂν πυλωρὸς ἐκ δόμων μόλοι,
ὅστις διαγγείλειε τἄμ' ἔσω κακά;
Γραῦς
[437] Τίς πρὸς πύλαισιν; Οὐκ ἀπαλλάξῃ δόμων
καὶ μὴ πρὸς αὐλείοισιν ἑστηκὼς πύλαις
ὄχλον παρέξεις δεσπόταις; Ἢ κατθανῇ
[440] Ἕλλην πεφυκώς, οἷσιν οὐκ ἐπιστροφαί.
Μενελέως
Ὦ γραῖα, ταὐτὰ ταῦτ' ἔπη κἄλλως λέγειν
ἔξεστι, πείσομαι γάρ· ἀλλ' ἄνες λόγον.
Γραῦς
Ἄπελθ'· ἐμοὶ γὰρ τοῦτο πρόσκειται, ξένε,
μηδένα πελάζειν τοισίδ' Ἑλλήνων δόμοις.
Μενελέως
[445] Ὦ· μὴ προσείλει χεῖρα μηδ' ὤθει βίᾳ.
Γραῦς
Πείθῃ γὰρ οὐδὲν ὧν λέγω, σὺ δ' αἴτιος.
Μενελέως
Ἄγγειλον εἴσω δεσπόταισι τοῖσι σοῖς. . . .
Γραῦς
Πικρῶς ἄρ' οἶμαί γ' ἀγγελεῖν τοὺς σοὺς λόγους.
Μενελέως
Ναυαγὸς ἥκω ξένος, ἀσύλητον γένος.
Γραῦς
[450] Οἶκον πρὸς ἄλλον νύν τιν' ἀντὶ τοῦδ' ἴθι.
Μενελέως
Οὔκ, ἀλλ' ἔσω πάρειμι· καὶ σύ μοι πιθοῦ.
Γραῦς
Ὀχληρὸς ἴσθ' ὤν· καὶ τάχ' ὠσθήσῃ βίᾳ.
Μενελέως
Αἰαῖ· τὰ κλεινὰ ποῦ 'στί μοι στρατεύματα;
Γραῦς
Οὐκοῦν ἐκεῖ που σεμνὸς ἦσθ', οὐκ ἐνθάδε.
Μενελέως
[455] Ὦ δαῖμον, ὡς ἀνάξι' ἠτιμώμεθα.
Γραῦς
Τί βλέφαρα τέγγεις δάκρυσι; Πρὸς τίν' οἰκτρὸς εἶ;
Μενελέως
Πρὸς τὰς πάροιθεν συμφορὰς εὐδαίμονας.
Γραῦς
Οὔκουν ἀπελθὼν δάκρυα σοῖς δώσεις φίλοις;
Μενελέως
Τίς δ' ἥδε χώρα; Τοῦ δὲ βασίλειοι δόμοι;
Γραῦς
[460] Πρωτεὺς τάδ' οἰκεῖ δώματ', Αἴγυπτος δὲ γῆ.
Μενελέως
Αἴγυπτος; Ὦ δύστηνος, οἷ πέπλευκ' ἄρα.
Γραῦς
Τί δὴ τὸ Νείλου μεμπτόν ἐστί σοι γάνος;
Μενελέως
Οὐ τοῦτ' ἐμέμφθην· τὰς ἐμὰς στένω τύχας.
Γραῦς
Πολλοὶ κακῶς πράσσουσιν, οὐ σὺ δὴ μόνος.
Μενελέως
[465] Ἔστ' οὖν ἐν οἴκοις ὅντιν' ὀνομάζεις ἄναξ;
Γραῦς
Τόδ' ἐστὶν αὐτοῦ μνῆμα, παῖς δ' ἄρχει χθονός.
Μενελέως
Ποῦ δῆτ' ἂν εἴη; Πότερον ἐκτὸς ἢ 'ν δόμοις;
Γραῦς
Οὐκ ἔνδον· Ἕλλησιν δὲ πολεμιώτατος.
Μενελέως
Τίν' αἰτίαν σχὼν ἧς ἐπηυρόμην ἐγώ;
Γραῦς
[470] Ἑλένη κατ' οἴκους ἐστὶ τούσδ' ἡ τοῦ Διός.
Μενελέως
Πῶς φῄς; Τίν' εἶπας μῦθον; Αὖθίς μοι φράσον.
Γραῦς
Ἡ Τυνδαρὶς παῖς, ἣ κατὰ Σπάρτην ποτ' ἦν.
Μενελέως
Πόθεν μολοῦσα; Τίνα τὸ πρᾶγμ' ἔχει λόγον;
Γραῦς
Λακεδαίμονος γῆς δεῦρο νοστήσασ' ἄπο.
Μενελέως
[475] Πότε; Οὔ τί που λελῄσμεθ' ἐξ ἄντρων λέχος;
Γραῦς
[476] Πρὶν τοὺς Ἀχαιούς, ὦ ξέν', ἐς Τροίαν μολεῖν.
Ἀλλ' ἕρπ' ἀπ' οἴκων· ἔστι γάρ τις ἐν δόμοις
τύχη, τύραννος ᾗ ταράσσεται δόμος.
Καιρὸν γὰρ οὐδέν' ἦλθες· ἢν δὲ δεσπότης
[480] λάβῃ σε, θάνατος ξένιά σοι γενήσεται.
Εὔνους γάρ εἰμ' Ἕλλησιν, οὐχ ὅσον πικροὺς
λόγους ἔδωκα δεσπότην φοβουμένη.
Μενελέως
[483] Τί φῶ; Τί λέξω; Συμφορὰς γὰρ ἀθλίας
ἐκ τῶν πάροιθεν τὰς παρεστώσας κλύω,
[485] εἰ τὴν μὲν αἱρεθεῖσαν ἐκ Τροίας ἄγων
ἥκω δάμαρτα καὶ κατ' ἄντρα σῴζεται,
ὄνομα δὲ ταὐτὸν τῆς ἐμῆς ἔχουσά τις
δάμαρτος ἄλλη τοισίδ' ἐνναίει δόμοις.
Διὸς δ' ἔλεξε παῖδά νιν πεφυκέναι.
[490] Ἀλλ' ἦ τις ἔστι Ζηνὸς ὄνομ' ἔχων ἀνὴρ
Νείλου παρ' ὄχθας; Εἷς γὰρ ὅ γε κατ' οὐρανόν.
Σπάρτη δὲ ποῦ γῆς ἐστι πλὴν ἵνα ῥοαὶ
τοῦ καλλιδόνακός εἰσιν Εὐρώτα μόνον;
Ἁπλοῦν δὲ Τυνδάρειον ὄνομα κλῄζεται.
[495] Λακεδαίμονος δὲ γαῖα τίς ξυνώνυμος
Τροίας τε; Ἐγὼ μὲν οὐκ ἔχω τί χρὴ λέγειν.
Πολλοὶ γάρ, ὡς εἴξασιν, ἐν πολλῇ χθονὶ
ὀνόματα ταὔτ' ἔχουσι καὶ πόλις πόλει
γυνὴ γυναικί τ'· οὐδὲν οὖν θαυμαστέον.
[500] Οὐδ' αὖ τὸ δεινὸν προσπόλου φευξούμεθα·
ἀνὴρ γὰρ οὐδεὶς ὧδε βάρβαρος φρένας,
ὃς ὄνομ' ἀκούσας τοὐμὸν οὐ δώσει βοράν.
Κλεινὸν τὸ Τροίας πῦρ ἐγώ θ' ὃς ἧψά νιν,
Μενέλαος, οὐκ ἄγνωστος ἐν πάσῃ χθονί.
[505] Δόμων ἄνακτα προσμενῶ· δισσὰς δέ μοι
ἔχει φυλάξεις· ἢν μὲν ὠμόφρων τις ᾖ,
κρύψας ἐμαυτὸν εἶμι πρὸς ναυάγια·
ἢν δ' ἐνδιδῷ τι μαλθακόν, τὰ πρόσφορα
τῆς νῦν παρούσης συμφορᾶς αἰτήσομαι.
[510] Κακῶν μὲν ἡμῖν ἔσχατον τοῖς ἀθλίοις,
ἄλλους τυράννους αὐτὸν ὄντα βασιλέα
βίον προσαιτεῖν· ἀλλ' ἀναγκαίως ἔχει.
Λόγος γάρ ἐστιν οὐκ ἐμός, σοφὸν δ' ἔπος,
δεινῆς ἀνάγκης οὐδὲν ἰσχύειν πλέον.
Χορός
[515] Ἤκουσα τᾶς θεσπιῳδοῦ κόρας,
ἃ χρῄζουσ' ἐφάνη τυράννοις
δόμοις, ὡς Μενέλαος οὔ
πω μελαμφαὲς οἴχεται
δι' ἔρεβος χθονὶ κρυφθείς,
[520] ἀλλ' ἔτι κατ' οἶδμ' ἅλιον
τρυχόμενος οὔπω λιμένων
ψαύσειεν πατρίας γᾶς,
ἀλατείᾳ βιότου
ταλαίφρων, ἄφιλος φίλων,
[525] παντοδαπᾶς ἐπὶ γᾶς πόδα
χριμπτόμενος εἰναλίῳ
κώπᾳ Τρῳάδος ἐκ γᾶς.
Ἑλένη
[528] Ἥδ' αὖ τάφου τοῦδ' εἰς ἕδρας ἐγὼ πάλιν
στείχω, μαθοῦσα Θεονόης φίλους λόγους,
[530] ἣ πάντ' ἀληθῶς οἶδε· φησὶ δ' ἐν φάει
πόσιν τὸν ἁμὸν ζῶντα φέγγος εἰσορᾶν,
πορθμοὺς δ' ἀλᾶσθαι μυρίους πεπλωκότα
ἐκεῖσε κἀκεῖσ' οὐδ' ἀγύμναστον πλάνοις,
ἥξειν <δ'> ὅταν δὴ πημάτων λάβῃ τέλος.
[535] Ἓν δ' οὐκ ἔλεξεν, εἰ μολὼν σωθήσεται.
Ἐγὼ δ' ἀπέστην τοῦτ' ἐρωτῆσαι σαφῶς,
ἡσθεῖσ' ἐπεί νιν εἶπέ μοι σεσῳσμένον.
Ἐγγὺς δέ νίν που τῆσδ' ἔφασκ' εἶναι χθονός,
ναυαγὸν ἐκπεσόντα σὺν παύροις φίλοις.
[540] Ὤμοι, πόθ' ἥξεις; Ὡς ποθεινὸς ἂν μόλοις.
Ἔα, τίς οὗτος; Οὔ τί που κρυπτεύομαι
Πρωτέως ἀσέπτου παιδὸς ἐκ βουλευμάτων;
Οὐχ ὡς δρομαία πῶλος ἢ Βάκχη θεοῦ
τάφῳ ξυνάψω κῶλον; Ἄγριος δέ τις
[545] μορφὴν ὅδ' ἐστίν, ὅς με θηρᾶται λαβεῖν.
Μενελέως
[546] Σὲ τὴν ὄρεγμα δεινὸν ἡμιλλημένην
τύμβου 'πὶ κρηπῖδ' ἐμπύρους τ' ὀρθοστάτας,
μεῖνον· τί φεύγεις; Ὡς δέμας δείξασα σὸν
ἔκπληξιν ἡμῖν ἀφασίαν τε προστίθης.
Ἑλένη
[550] Ἀδικούμεθ', ὦ γυναῖκες· εἰργόμεσθα γὰρ
τάφου πρὸς ἀνδρὸς τοῦδε, καί μ' ἑλὼν θέλει
δοῦναι τυράννοις ὧν ἐφεύγομεν γάμους.
Μενελέως
Οὐ κλῶπές ἐσμεν, οὐχ ὑπηρέται κακῶν.
Ἑλένη
Καὶ μὴν στολήν γ' ἄμορφον ἀμφὶ σῶμ' ἔχεις.
Μενελέως
[555] Στῆσον, φόβου μεθεῖσα, λαιψηρὸν πόδα.
Ἑλένη
Ἵστημ', ἐπεί γε τοῦδ' ἐφάπτομαι τόπου.
Μενελέως
Τίς εἶ; Τίν' ὄψιν σήν, γύναι, προσδέρκομαι;
Ἑλένη
Σὺ δ' εἶ τίς; Αὑτὸς γὰρ σὲ κἄμ' ἔχει λόγος.
Μενελέως
Οὐπώποτ' εἶδον προσφερέστερον δέμας.
Ἑλένη
[560] Ὦ θεοί· θεὸς γὰρ καὶ τὸ γιγνώσκειν φίλους.
<Μενελέως
Ἑλληνὶς εἶ τις ἢ ἐπιχωρία γυνή;>
Ἑλένη
Ἑλληνίς· ἀλλὰ καὶ τὸ σὸν θέλω μαθεῖν.
Μενελέως
Ἑλένῃ σ' ὁμοίαν δὴ μάλιστ' εἶδον, γύναι.
Ἑλένη
Ἐγὼ δὲ Μενέλεῴ γε σέ· οὐδ' ἔχω τί φῶ.
Μενελέως
[565] Ἔγνως γὰρ ὀρθῶς ἄνδρα δυστυχέστατον.
Ἑλένη
Ὦ χρόνιος ἐλθὼν σῆς δάμαρτος ἐς χέρας.
Μενελέως
Ποίας δάμαρτος; Μὴ θίγῃς ἐμῶν πέπλων.
Ἑλένη
Ἣν σοι δίδωσι Τυνδάρεως, ἐμὸς πατήρ.
Μενελέως
Ὦ φωσφόρ' Ἑκάτη, πέμπε φάσματ' εὐμενῆ.
Ἑλένη
[570] Οὐ νυκτίφαντον πρόπολον Ἐνοδίας μ' ὁρᾷς.
Μενελέως
Οὐ μὴν γυναικῶν γ' εἷς δυοῖν ἔφυν πόσις.
Ἑλένη
Ποίων δὲ λέκτρων δεσπότης ἄλλων ἔφυς;
Μενελέως
Ἣν ἄντρα κεύθει κἀκ Φρυγῶν κομίζομαι.
Ἑλένη
Οὐκ ἔστιν ἄλλη σή τις ἀντ' ἐμοῦ γυνή.
Μενελέως
[575] Οὔ που φρονῶ μὲν εὖ, τὸ δ' ὄμμα μου νοσεῖ;
Ἑλένη
Οὐ γάρ με λεύσσων σὴν δάμαρθ' ὁρᾶν δοκεῖς;
Μενελέως
Τὸ σῶμ' ὅμοιον, τὸ δὲ σαφές μ' ἀποστερεῖ.
Ἑλένη
Σκέψαι· τί σοὐνδεῖ; Τίς δὲ σοῦ σοφώτερος;
Μενελέως
Ἔοικας· οὔτοι τοῦτό γ' ἐξαρνήσομαι.
Ἑλένη
[580] Τίς οὖν διδάξει σ' ἄλλος ἢ τὰ σ' ὄμματα;
Μενελέως
Ἐκεῖ νοσοῦμεν, ὅτι δάμαρτ' ἄλλην ἔχω.
Ἑλένη
Οὐκ ἦλθον ἐς γῆν Τρῳάδ', ἀλλ' εἴδωλον ἦν.
Μενελέως
Καὶ τίς βλέποντα σώματ' ἐξεργάζεται;
Ἑλένη
Αἰθήρ, ὅθεν σὺ θεοπόνητ' ἔχεις λέχη.
Μενελέως
[585] Τίνος πλάσαντος θεῶν; Ἄελπτα γὰρ λέγεις.
Ἑλένη
Ἥρας, διάλλαγμ', ὡς Πάρις με μὴ λάβοι.
Μενελέως
Πῶς οὖν ἂν ἐνθάδ' ἦσθά <τ'> ἐν Τροίᾳ θ' ἅμα;
Ἑλένη
Τοὔνομα γένοιτ' ἂν πολλαχοῦ, τὸ σῶμα δ' οὔ.
Μενελέως
Μέθες με, λύπης ἅλις ἔχων ἐλήλυθα.
Ἑλένη
[590] Λείψεις γὰρ ἡμᾶς, τὰ δὲ κέν' ἐξάξεις λέχη;
Μενελέως
Καὶ χαῖρέ γ', Ἑλένῃ προσφερὴς ὁθούνεκ' εἶ.
Ἑλένη
Ἀπωλόμην· λαβοῦσά σ' οὐχ ἕξω πόσιν.
Μενελέως
Τοὐκεῖ με μέγεθος τῶν πόνων πείθει, σὺ δ' οὔ.
Ἑλένη
Οἲ ἐγώ· τίς ἡμῶν ἐγένετ' ἀθλιωτέρα;
[595] Οἱ φίλτατοι λείπουσί μ' οὐδ' ἀφίξομαι
Ἕλληνας οὐδὲ πατρίδα τὴν ἐμήν ποτε.
Ἄγγελος
[597] Μενέλαε, μαστεύων σε κιγχάνω μόλις
πᾶσαν πλανηθεὶς τήνδε βάρβαρον χθόνα,
πεμφθεὶς ἑταίρων τῶν λελειμμένων ὕπο.
Μενελέως
[600] Τί δ' ἔστιν; Οὔ που βαρβάρων συλᾶσθ' ὕπο;
Ἄγγελος
Θαῦμ' ἔστ', ἔλασσον τοὔνομ' ἢ τὸ πρᾶγμ' ἔχον.
Μενελέως
Λέγ'· ὡς φέρεις τι τῇδε τῇ σπουδῇ νέον.
Ἄγγελος
Λέγω πόνους σε μυρίους τλῆναι μάτην.
Μενελέως
Παλαιὰ θρηνεῖς πήματ'· ἀγγέλλεις δὲ τί;
Ἄγγελος
[605] Βέβηκεν ἄλοχος σὴ πρὸς αἰθέρος πτυχὰς
ἀρθεῖσ' ἄφαντος· οὐρανῷ δὲ κρύπτεται
λιποῦσα σεμνὸν ἄντρον οὗ σφ' ἐσῴζομεν,
τοσόνδε λέξασ'· Ὦ ταλαίπωροι Φρύγες
πάντες τ' Ἀχαιοί, δι' ἔμ' ἐπὶ Σκαμανδρίοις
[610] ἀκταῖσιν Ἥρας μηχαναῖς ἐθνῄσκετε,
δοκοῦντες Ἑλένην οὐκ ἔχοντ' ἔχειν Πάριν.
Ἐγὼ δ', ἐπειδὴ χρόνον ἔμειν' ὅσον με χρῆν,
τὸ μόρσιμον σῴσασα, πατέρ' ἐς οὐρανὸν
ἄπειμι· φήμας δ' ἡ τάλαινα Τυνδαρὶς
[615] ἄλλως κακὰς ἤκουσεν οὐδὲν αἰτία.
Ὦ χαῖρε, Λήδας θύγατερ, ἐνθάδ' ἦσθ' ἄρα;
Ἐγὼ δέ σ' ἄστρων ὡς βεβηκυῖαν μυχοὺς
ἤγγελλον εἰδὼς οὐδὲν ὡς ὑπόπτερον
δέμας φοροίης. Οὐκ ἐῶ σε κερτομεῖν
[620] ἡμᾶς τόδ' αὖθις, ὡς ἄδην ἐν Ἰλίῳ
πόνους παρεῖχες σῷ πόσει καὶ συμμάχοις.
Μενελέως
Τοῦτ' ἔστ' ἐκεῖνο· ξυμβεβᾶσιν οἱ λόγοι
οἱ τῆσδ' ἀληθεῖς. Ὦ ποθεινὸς ἡμέρα,
ἥ σ' εἰς ἐμὰς ἔδωκεν ὠλένας λαβεῖν.
Ἑλένη
[625] Ὦ φίλτατ' ἀνδρῶν Μενέλεως, ὁ μὲν χρόνος
παλαιός, ἡ δὲ τέρψις ἀρτίως πάρα.
Ἔλαβον ἀσμένα πόσιν ἐμόν, φίλαι,
περί τ' ἐπέτασα χέρα
φίλιον ἐν μακρᾷ φλογὶ φαεσφόρῳ.
Μενελέως
[630] Κἀγὼ σέ· πολλοὺς δ' ἐν μέσῳ λόγους ἔχων
οὐκ οἶδ' ὁποίου πρῶτον ἄρξωμαι τὰ νῦν.
Ἑλένη
Γέγηθα, κρατὶ δ' ὀρθίους ἐθείρας
ἀνεπτέρωκα καὶ δάκρυ σταλάσσω,
περὶ δὲ γυῖα χέρας ἔβαλον, ἡδονάν,
[635] ὦ πόσις, ὡς λάβω.
Μενελέως
[636] Ὦ φιλτάτη πρόσοψις, οὐκ ἐμέμφθην·
ἔχω τὰ τῆς Διός τε λέκτρα Λήδας θ',
ἃν ὑπὸ λαμπάδων κόροι λεύκιπποι
[640] ξυνομαίμονες ὤλβισαν ὤλβισαν
τὸ πρόσθεν, ἐκ δόμων δὲ νοσφίσας σ' ἐμοῦ
πρὸς ἄλλαν ἐλαύνει
θεὸς συμφορὰν τᾶσδε κρείσσω.
Τὸ κακὸν δ' ἀγαθὸν σέ τε κἀμὲ συνάγαγε, πόσιν
[645] χρόνιον, ἀλλ' ὅμως ὀναίμαν τύχας.
Χορός
Ὄναιο δῆτα. Ταὐτὰ δὴ ξυνεύχομαι·
δυοῖν γὰρ ὄντοιν οὐχ ὃ μὲν τλήμων, ὃ δ' οὔ.
Ἑλένη
Φίλαι φίλαι, τὰ πάρος οὐκέτι
στένομεν οὐδ' ἀλγῶ.
[650] Πόσιν ἐμὸν ἔχομεν ἔχομεν, ὃν ἔμενον
ἔμενον ἐκ Τροίας πολυετῆ μολεῖν.
Μενελέως
Ἔχεις, ἐγώ τε σέ· ἡλίους δὲ μυρίους
μόλις διελθὼν ᾐσθόμην τὰ τῆς θεοῦ.
Ἐμὰ δὲ χαρμονὰ δάκρυα· πλέον ἔχει
[655] χάριτος ἢ λύπας.
Ἑλένη
Τί φῶ; Τίς ἂν τάδ' ἤλπισεν βροτῶν ποτε;
Ἀδόκητον ἔχω σε πρὸς στέρνοις.
Μενελέως
Κἀγὼ σὲ τὴν δοκοῦσαν Ἰδαίαν πόλιν
μολεῖν Ἰλίου τε μελέους πύργους.
[660] Πρὸς θεῶν, δόμων πῶς τῶν ἐμῶν ἀπεστάλης;
Ἑλένη
Ἔ ἔ· πικρὰς ἐς ἀρχὰς βαίνεις,
ἒ ἔ· πικρὰν δ' ἐρευνᾷς φάτιν.
Μενελέως
Λέγ'· ὡς ἀκουστὰ πάντα δῶρα δαιμόνων.
Ἑλένη
Ἀπέπτυσα μὲν λόγον, οἷον οἷον ἐσοίσομαι.
Μενελέως
[665] Ὅμως δὲ λέξον· ἡδύ τοι μόχθων κλύειν.
Ἑλένη
Οὐκ ἐπὶ βαρβάρου λέκτρα νεανία
πετομένας κώπας,
πετομένου δ' ἔρωτος ἀδίκων γάμων . .
Μενελέως
Τίς <γάρ> σε δαίμων ἢ πότμος συλᾷ πάτρας;
Ἑλένη
[670] Ὁ Διὸς ὁ Διός, Ὦ πόσι, παῖς μ' . . .
ἐπέλασεν Νείλῳ.
Μενελέως
Θαυμαστά· τοῦ πέμψαντος; ὦ δεινοὶ λόγοι.
Ἑλένη
Κατεδάκρυσα καὶ βλέφαρον ὑγραίνω
δάκρυσιν· ἁ Διός μ' ἄλοχος ὤλεσεν.
Μενελέως
[675] Ἥρα; Τί νῷν χρῄζουσα προσθεῖναι κακόν;
Ἑλένη
Ὤμοι ἐμῶν δεινῶν, λουτρῶν καὶ κρηνῶν,
ἵνα θεαὶ μορφὰν
ἐφαίδρυναν, ἔνθεν ἔμολεν κρίσις.
Μενελέως
Τὰ δ' ἐς κρίσιν σοι τῶνδ' ἔθηχ' Ἥρα κακῶν ;
Ἑλένη
[680] Πάριν ὡς ἀφέλοιτο
Μενελέως
Πῶς; Αὔδα.
Ἑλένη
Κύπρις ᾧ μ' ἐπένευσεν
Μενελέως
Ὦ τλᾶμον.
Ἑλένη
Τλάμων, τλάμων· ὧδ' ἐπέλασ' Αἰγύπτῳ.
Μενελέως
Εἶτ' ἀντέδωκ' εἴδωλον, ὡς σέθεν κλύω.
Ἑλένη
τὰ δὲ <σὰ> κατὰ μέλαθρα πάθεα πάθεα, μᾶ-
[685] τερ, οἲ 'γώ.
Μενελέως
Τί φῄς;
Ἑλένη
Οὐκ ἔστι μάτηρ· ἀγχόνιον δὲ βρόχον
δι' ἐμὰν κατεδήσατο δυσγάμου αἰσχύναν.
Μενελέως
Ὤμοι· θυγατρὸς δ' Ἑρμιόνης ἔστιν βίος;
Ἑλένη
Ἄγαμος ἄτεκνος, ὦ πόσι, καταστένει
[690] γάμον ἄγαμον <ἐμόν>.
Μενελέως
Ὦ πᾶν κατ' ἄκρας δῶμ' ἐμὸν πέρσας Πάρις,
τάδε καὶ σὲ διώλεσε μυριάδας τε
χαλκεόπλων Δαναῶν.
Ἑλένη
Ἐμὲ δὲ πατρίδος ἄπο κακόποτμον ἀραίαν
[695] ἔβαλε θεὸς ἀπό <τε> πόλεος ἀπό τε σέθεν,
ὅτε μέλαθρα λέχεά τ' ἔλιπον οὐ λιποῦσ'
ἐπ' αἰσχροῖς γάμοις.
Χορός
Εἰ καὶ τὰ λοιπὰ τῆς τύχης εὐδαίμονος
τύχοιτε, πρὸς τὰ πρόσθεν ἀρκέσειεν ἄν.
Ἄγγελος
[700] Μενέλαε, κἀμοὶ πρόσδοτον τῆς ἡδονῆς,
ἣν μανθάνω μὲν καὐτός, οὐ σαφῶς δ' ἔχω.
Μενελέως
Ἀλλ', ὦ γεραιέ, καὶ σὺ κοινώνει λόγων.
Ἄγγελος
Οὐχ ἥδε μόχθων τῶν ἐν Ἰλίῳ βραβεύς;
Μενελέως
Οὐχ ἥδε, πρὸς θεῶν δ' ἦμεν ἠπατημένοι,
[705] νεφέλης ἄγαλμ' ἔχοντες ἐν χεροῖν λυγρόν.
Ἄγγελος
Τί φῄς;
Νεφέλης ἄρ' ἄλλως εἴχομεν πόνους πέρι;
Μενελέως
Ἥρας τάδ' ἔργα καὶ θεῶν τρισσῶν ἔρις.
Ἄγγελος
ἡ δ' οὖσ' ἀληθῶς ἐστιν ἥδε σὴ δάμαρ;
Μενελέως
[710] αὕτη· λόγοις δ' ἐμοῖσι πίστευσον τάδε.
Ἄγγελος
[711] Ὦ θύγατερ, ὁ θεὸς ὡς ἔφυ τι ποικίλον
καὶ δυστέκμαρτον. Εὖ δέ πως πάντα στρέφει
ἐκεῖσε κἀκεῖσ' ἀναφέρων· ὃ μὲν πονεῖ,
ὃ δ' οὐ πονήσας αὖθις ὄλλυται κακῶς,
[715] βέβαιον οὐδὲν τῆς ἀεὶ τύχης ἔχων.
Σὺ γὰρ πόσις τε σὸς πόνων μετέσχετε,
σὺ μὲν λόγοισιν, ὃ δὲ δορὸς προθυμίᾳ.
Σπεύδων δ' ὅτ' ἔσπευδ' οὐδὲν εἶχε· νῦν δ' ἔχει
αὐτόματα πράξας τἀγάθ' εὐτυχέστατα.
[720] Οὐκ ἄρα γέροντα πατέρα καὶ Διοσκόρω
ᾔσχυνας, οὐδ' ἔδρασας οἷα κλῄζεται.
Νῦν ἀνανεοῦμαι τὸν σὸν ὑμέναιον πάλιν
καὶ λαμπάδων μεμνήμεθ' ἃς τετραόροις
ἵπποις τροχάζων παρέφερον· σὺ δ' ἐν δίφροις
[725] ξὺν τῷδε νύμφη δῶμ' ἔλειπες ὄλβιον.
Κακὸς γὰρ ὅστις μὴ σέβει τὰ δεσποτῶν
καὶ ξυγγέγηθε καὶ συνωδίνει κακοῖς.
Ἐγὼ μὲν εἴην, κεἰ πέφυχ' ὅμως λάτρις,
ἐν τοῖσι γενναίοισιν ἠριθμημένος
[730] δούλοισι, τοὔνομ' οὐκ ἔχων ἐλεύθερον,
τὸν νοῦν δέ· κρεῖσσον γὰρ τόδ' ἢ δυοῖν κακοῖν
ἕν' ὄντα χρῆσθαι, τὰς φρένας τ' ἔχειν κακὰς
ἄλλων τ' ἀκούειν δοῦλον ὄντα τῶν πέλας.
Μενελέως
[734] Ἄγ', ὦ γεραιέ, πολλὰ μὲν παρ' ἀσπίδα
[735] μοχθήματ' ἐξέπλησας ἐκπονῶν ἐμοί,
καὶ νῦν μετασχὼν τῆς ἐμῆς εὐπραξίας
ἄγγειλον ἐλθὼν τοῖς λελειμμένοις φίλοις
τάδ' ὡς ἔχονθ' ηὕρηκας οἷ τ' ἐσμὲν τύχης,
μένειν τ' ἐπ' ἀκταῖς τούς τ' ἐμοὺς καραδοκεῖν
[740] ἀγῶνας οἳ μένουσί μ', ὡς ἐλπίζομεν,
κεἰ τήνδε πως δυναίμεθ' ἐκκλέψαι χθονός,
φρουρεῖν ὅπως ἂν εἰς ἓν ἐλθόντες τύχης
ἐκ βαρβάρων σωθῶμεν, ἢν δυνώμεθα.
Ἄγγελος
[744] Ἔσται τάδ', ὦναξ. Ἀλλά τοι τὰ μάντεων
[745] ἐσεῖδον ὡς φαῦλ' ἐστὶ καὶ ψευδῶν πλέα.
Οὐδ' ἦν ἄρ' ὑγιὲς οὐδὲν ἐμπύρου φλογὸς
οὐδὲ πτερωτῶν φθέγματ'· εὔηθες δέ τοι
τὸ καὶ δοκεῖν ὄρνιθας ὠφελεῖν βροτούς.
Κάλχας γὰρ οὐκ εἶπ' οὐδ' ἐσήμηνε στρατῷ
[750] νεφέλης ὑπερθνῄσκοντας εἰσορῶν φίλους
οὐδ' Ἕλενος, ἀλλὰ πόλις ἀνηρπάσθη μάτην.
Εἴποις ἄν· Οὕνεχ' ὁ θεὸς οὐκ ἠβούλετο;
Τί δῆτα μαντευόμεθα; Τοῖς θεοῖσι χρὴ
θύοντας αἰτεῖν ἀγαθά, μαντείας δ' ἐᾶν·
[755] βίου γὰρ ἄλλως δέλεαρ ηὑρέθη τόδε,
κοὐδεὶς ἐπλούτησ' ἐμπύροισιν ἀργὸς ὤν·
γνώμη δ' ἀρίστη μάντις ἥ τ' εὐβουλία.
Χορός
[758] Ἐς ταὐτὸ κἀμοὶ δόξα μαντειῶν πέρι
χωρεῖ γέροντι· τοὺς θεοὺς ἔχων τις ἂν
[760] φίλους ἀρίστην μαντικὴν ἔχοι δόμοις.
Ἑλένη
Εἶἑν· τὰ μὲν δὴ δεῦρ' ἀεὶ καλῶς ἔχει.
Ὅπως δ' ἐσώθης, ὦ τάλας, Τροίας ἄπο,
κέρδος μὲν οὐδὲν εἰδέναι, πόθος δέ τις
τὰ τῶν φίλων φίλοισιν αἰσθέσθαι κακά.
Μενελέως
[765] Ἦ πόλλ' ἀνήρου μ' ἑνὶ λόγῳ μιᾷ θ' ὁδῷ.
Τί σοι λέγοιμ' ἂν τὰς ἐν Αἰγαίῳ φθορὰς
τὰ Ναυπλίου τ' Εὐβοικὰ πυρπολήματα
Κρήτην τε Λιβύης θ' ἃς ἐπεστράφην πόλεις,
σκοπιάς τε Περσέως; Οὐ γὰρ ἐμπλήσαιμί σ' <ἂν>
[770] μύθων, λέγων τ' ἄν σοι κάκ' ἀλγοίην ἔτι,
πάσχων τ' ἔκαμνον· δὶς δὲ λυπηθεῖμεν ἄν.
Ἑλένη
[772] Κάλλιον εἶπας ἤ σ' ἀνηρόμην ἐγώ.
Ἓν δ' εἰπὲ πάντα παραλιπών, πόσον χρόνον
πόντου 'πὶ νώτοις ἅλιον ἐφθείρου πλάνον;
Μενελέως
[775] Ἐν ναυσὶν ὢν πρὸς τοῖσιν ἐν Τροίᾳ δέκα
ἔτεσι διῆλθον ἑπτὰ περιδρομὰς ἐτῶν.
Ἑλένη
Φεῦ φεῦ· μακρόν γ' ἔλεξας, ὦ τάλας, χρόνον
σωθεὶς δ' ἐκεῖθεν ἐνθάδ' ἦλθες ἐς σφαγάς.
Μενελέως
Πῶς φῄς; Τί λέξεις; Ὥς μ' ἀπώλεσας, γύναι.
Ἑλένη
[780] Φεῦγ' ὡς τάχιστα τῆσδ' ἀπαλλαχθεὶς χθονός.
Θανῇ πρὸς ἀνδρὸς οὗ τάδ' ἐστὶ δώματα.
Μενελέως
Τί χρῆμα δράσας ἄξιον τῆς συμφορᾶς;
Ἑλένη
Ἥκεις ἄελπτος ἐμποδὼν ἐμοῖς γάμοις.
Μενελέως
Ἦ γὰρ γαμεῖν τις τἄμ' ἐβουλήθη λέχη;
Ἑλένη
[785] Ὕβριν θ' ὑβρίζειν εἰς ἔμ', ἣν ἔτλην ἐγώ.
Μενελέως
Ἰδίᾳ σθένων τις ἢ τυραννεύων χθονός;
Ἑλένη
Ὃς γῆς ἀνάσσει τῆσδε Πρωτέως γόνος.
Μενελέως
Τόδ' ἔστ' ἐκεῖν' αἴνιγμ' ὃ προσπόλου κλύω.
Ἑλένη
Ποίοις ἐπιστὰς βαρβάροις πυλώμασιν;
Μενελέως
[790] Τοῖσδ', ἔνθεν ὥσπερ πτωχὸς ἐξηλαυνόμην.
Ἑλένη
Οὔ που προσῄτεις βίοτον; Ὦ τάλαιν' ἐγώ.
Μενελέως
Τοὔργον μὲν ἦν τοῦτ', ὄνομα δ' οὐκ εἶχεν τόδε.
Ἑλένη
Πάντ' οἶσθ' ἄρ', ὡς ἔοικας, ἀμφ' ἐμῶν γάμων.
Μενελέως
Οἶδ'· εἰ δὲ λέκτρα διέφυγες τάδ' οὐκ ἔχω.
Ἑλένη
[795] Ἄθικτον εὐνὴν ἴσθι σοι σεσῳσμένην.
Μενελέως
Τίς τοῦδε πειθώ; Φίλα γάρ, εἰ σαφῆ λέγεις.
Ἑλένη
Ὁρᾷς τάφου τοῦδ' ἀθλίους ἕδρας ἐμάς;
Μενελέως
Ὁρῶ ταλαίνας στιβάδας, ὧν τί σοὶ μέτα;
Ἑλένη
Ἐνταῦθα λέκτρων ἱκετεύομεν φυγάς.
Μενελέως
[800] Βωμοῦ σπανίζουσ' ἢ νόμοισι βαρβάροις;
Ἑλένη
Ἐρρύεθ' ἡμᾶς τοῦτ' ἴσον ναοῖς θεῶν.
Μενελέως
Οὐδ' ἄρα πρὸς οἴκους ναυστολεῖν <σ'> ἔξεστί μοι;
Ἑλένη
Ξίφος μένει σε μᾶλλον ἢ τοὐμὸν λέχος.
Μενελέως
Οὕτως ἂν εἴην ἀθλιώτατος βροτῶν.
Ἑλένη
[805] Μή νυν καταιδοῦ, φεῦγε δ' ἐκ τῆσδε χθονός.
Μενελέως
Λιπών σε; Τροίαν ἐξέπερσα σὴν χάριν.
Ἑλένη
Κρεῖσσον γὰρ ἤ σε τἄμ' ἀποκτεῖναι λέχη.
Μενελέως
Ἄνανδρά γ' εἶπας Ἰλίου τ' οὐκ ἄξια.
Ἑλένη
Οὐκ ἂν κτάνοις τύραννον, ὃ σπεύδεις ἴσως.
Μενελέως
[810] Οὕτω σιδήρῳ τρωτὸν οὐκ ἔχει δέμας;
Ἑλένη
Εἴσῃ. Τὸ τολμᾶν δ' ἀδύνατ' ἀνδρὸς οὐ σοφοῦ.
Μενελέως
Σιγῇ παράσχω δῆτ' ἐμὰς δῆσαι χέρας;
Ἑλένη
Ἐς ἄπορον ἥκεις· δεῖ δὲ μηχανῆς τινος.
Μενελέως
Δρῶντας γὰρ ἢ μὴ δρῶντας ἥδιον θανεῖν.
Ἑλένη
[815] Μί' ἔστιν ἐλπίς, ᾗ μόνῃ σωθεῖμεν ἄν.
Μενελέως
Ὠνητὸς ἢ τολμητὸς ἢ λόγων ὕπο;
Ἑλένη
Εἰ μὴ τύραννός <σ'> ἐκπύθοιτ' ἀφιγμένον.
Μενελέως
Ἐρεῖ δὲ τίς μ'; Οὐ γνώσεταί γ' ὅς εἰμ' ἐγώ.
Ἑλένη
Ἔστ' ἔνδον αὐτῷ ξύμμαχος θεοῖς ἴση.
Μενελέως
[820] Φήμη τις οἴκων ἐν μυχοῖς ἱδρυμένη;
Ἑλένη
Οὔκ, ἀλλ' ἀδελφή· Θεονόην καλοῦσί νιν.
Μενελέως
Χρηστήριον μὲν τοὔνομ'· ὅ τι δὲ δρᾷ φράσον.
Ἑλένη
Πάντ' οἶδ', ἐρεῖ τε συγγόνῳ παρόντα σε.
Μενελέως
Θνῄσκοιμεν ἄν· λαθεῖν γὰρ οὐχ οἷόν τέ μοι.
Ἑλένη
[825] Ἴσως ἂν ἀναπείσαιμεν ἱκετεύοντέ νιν
Μενελέως
Τί χρῆμα δρᾶσαι; Τίν' ὑπάγεις μ' ἐς ἐλπίδα;
Ἑλένη
Παρόντα γαίᾳ μὴ φράσαι σε συγγόνῳ.
Μενελέως
Πείσαντε δ' ἐκ γῆς διορίσαιμεν ἂν πόδα;
Ἑλένη
Κοινῇ γ' ἐκείνῃ ῥᾳδίως, λάθρᾳ δ' ἂν οὔ.
Μενελέως
[830] Σὸν ἔργον, ὡς γυναικὶ πρόσφορον γυνή.
Ἑλένη
Ὡς οὐκ ἄχρωστα γόνατ' ἐμῶν ἕξει χερῶν.
Μενελέως
Φέρ', ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους;
Ἑλένη
Θανῇ· γαμοῦμαι δ' ἡ τάλαιν' ἐγὼ βίᾳ.
Μενελέως
Προδότις ἂν εἴης· τὴν βίαν σκήψασ' ἔχεις.
Ἑλένη
[835] Ἀλλ' ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα . . .
Μενελέως
Τί φῄς; Θανεῖσθαι; Κοὔποτ' ἀλλάξεις λέχη;
Ἑλένη
Ταὐτῷ ξίφει γε· κείσομαι δὲ σοῦ πέλας.
Μενελέως
Ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.
Ἑλένη
Ψαύω, θανόντος σοῦ τόδ' ἐκλείψειν φάος.
Μενελέως
[840] Κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον.
Ἑλένη
Πῶς οὖν θανούμεθ' ὥστε καὶ δόξαν λαβεῖν;
Μενελέως
[842] Τύμβου 'πὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ.
Πρῶτον δ' ἀγῶνα μέγαν ἀγωνιούμεθα
λέκτρων ὑπὲρ σῶν. Ὁ δὲ θέλων ἴτω πέλας·
[845] τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέος
οὐδ' Ἑλλάδ' ἐλθὼν λήψομαι πολὺν ψόγον,
ὅστις Θέτιν μὲν ἐστέρησ' Ἀχιλλέως,
Τελαμωνίου δ' Αἴαντος εἰσεῖδον σφαγάς,
τὸν Νηλέως τ' ἄπαιδα· διὰ δὲ τὴν ἐμὴν
[850] οὐκ ἀξιώσω κατθανεῖν δάμαρτ' ἐγώ;
Μάλιστά γε· εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,
εὔψυχον ἄνδρα πολεμίων θανόνθ' ὕπο
κούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί,
κακοὺς δ' ἐφ' ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.
Χορός
[855] Ὦ θεοί, γενέσθω δή ποτ' εὐτυχὲς γένος
τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.
Ἑλένη
Οἲ ἐγὼ τάλαινα· τῆς τύχης γὰρ ὧδ' ἔχω.
Μενέλαε, διαπεπράγμεθ'· ἐκβαίνει δόμων
ἡ θεσπιῳδὸς Θεονόη· κτυπεῖ δόμος
[860] κλῄθρων λυθέντων. Φεῦγ'· ἀτὰρ τί φευκτέον;
Ἀποῦσα γάρ σε καὶ παροῦσ' ἀφιγμένον
δεῦρ' οἶδεν· ὦ δύστηνος, ὡς ἀπωλόμην.
Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς
ἐς βάρβαρ' ἐλθὼν φάσγαν' αὖθις ἐμπεσῇ.
Θεονόη
[865] Ἡγοῦ σύ μοι φέρουσα λαμπτήρων σέλας
θείου δε σεμνὸν θεσμὸν αἰθέρος μυχούς,
ὡς πνεῦμα καθαρὸν οὐρανοῦ δεξώμεθα·
σὺ δ' αὖ κέλευθον εἴ τις ἔβλαψεν ποδὶ
στείβων ἀνοσίῳ, δὸς καθαρσίῳ φλογί,
[870] κροῦσον δὲ πεύκην, ἵνα διεξέλθω, πυρός.
Νόμον δὲ τὸν ἐμὸν θεοῖσιν ἀποδοῦσαι πάρος
ἐφέστιον φλόγ' ἐς δόμους κομίζετε.
Ἑλένη, τί τἀμὰ πῶς ἔχει θεσπίσματα;
Ἥκει πόσις σοι Μενέλεως ὅδ' ἐμφανής,
[875] νεῶν στερηθεὶς τοῦ τε σοῦ μιμήματος.
Ὦ τλῆμον, οἵους διαφυγὼν ἦλθες πόνους,
οὐδ' οἶσθα νόστον οἴκαδ' εἴτ' αὐτοῦ μενεῖς·
ἔρις γὰρ ἐν θεοῖς σύλλογός τε σοῦ πέρι
ἔσται πάρεδρος Ζηνὶ τῷδ' ἐν ἤματι.
[880] Ἥρα μέν, ἥ σοι δυσμενὴς πάροιθεν ἦν,
νῦν ἐστιν εὔνους κἀς πάτραν σῷσαι θέλει
ξὺν τῇδ', ἵν' Ἑλλὰς τοὺς Ἀλεξάνδρου γάμους,
δώρημα Κύπριδος, ψευδονυμφεύτους μάθῃ·
Κύπρις δὲ νόστον σὸν διαφθεῖραι θέλει,
[885] ὡς μὴ 'ξελεγχθῇ μηδὲ πριαμένη φανῇ
τὸ κάλλος, Ἑλένης οὕνεκ', ἀνονήτοις γάμοις.
Τέλος δ' ἐφ' ἡμῖν, εἴθ', ἃ βούλεται Κύπρις,
λέξασ' ἀδελφῷ σ' ἐνθάδ' ὄντα διολέσω,
εἴτ' αὖ μεθ' Ἥρας στᾶσα σὸν σώσω βίον,
[890] κρύψασ' ὁμαίμον', ὅς με προστάσσει τάδε
εἰπεῖν, ὅταν γῆν τήνδε νοστήσας τύχῃς. . . .
Τίς εἶσ' ἀδελφῷ τόνδε σημανῶν ἐμῷ
παρόνθ', ὅπως ἂν τοὐμὸν ἀσφαλῶς ἔχῃ;
Ἑλένη
[894] Ὦ παρθέν', ἱκέτις ἀμφὶ σὸν πίτνω γόνυ
[895] καὶ προσκαθίζω θᾶκον οὐκ εὐδαίμονα
ὑπέρ τ' ἐμαυτῆς τοῦδέ θ', ὃν μόλις ποτὲ
λαβοῦσ' ἐπ' ἀκμῆς εἰμι κατθανόντ' ἰδεῖν·
μή μοι κατείπῃς σῷ κασιγνήτῳ πόσιν
τόνδ' εἰς ἐμὰς ἥκοντα φιλτάτας χέρας,
[900] σῷσον δέ, λίσσομαί σε· συγγόνῳ δὲ σῷ
τὴν εὐσέβειαν μὴ προδῷς τὴν σήν ποτε,
χάριτας πονηρὰς κἀδίκους ὠνουμένη.
Μισεῖ γὰρ ὁ θεὸς τὴν βίαν, τὰ κτητὰ δὲ
κτᾶσθαι κελεύει πάντας οὐκ ἐς ἁρπαγάς.
[905] Ἐατέος δ' ὁ πλοῦτος ἄδικός τις ὤν.
Κοινὸς γάρ ἐστιν οὐρανὸς πᾶσιν βροτοῖς
καὶ γαῖ', ἐν ᾗ χρὴ δώματ' ἀναπληρουμένους
τἀλλότρια μὴ σχεῖν μηδ' ἀφαιρεῖσθαι βίᾳ.
Ἡμᾶς δὲ καιρίως μέν, ἀθλίως δ' ἐμοί,
[910] Ἑρμῆς ἔδωκε πατρὶ σῷ σῴζειν πόσει
τῷδ' ὃς πάρεστι κἀπολάζυσθαι θέλει.
Πῶς οὖν θανὼν ἂν ἀπολάβοι; Κεῖνος δὲ πῶς
τὰ ζῶντα τοῖς θανοῦσιν ἀποδοίη ποτ' ἄν;
Ἤδη τὰ τοῦ θεοῦ καὶ τὰ τοῦ πατρὸς σκόπει·
[915] πότερον ὁ δαίμων χὡ θανὼν τὰ τῶν πέλας
βούλοιντ' ἂν ἢ οὐ βούλοιντ' ἂν ἀποδοῦναι πάλιν;
Δοκῶ μέν. Οὔκουν χρή σε συγγόνῳ πλέον
νέμειν ματαίῳ μᾶλλον ἢ χρηστῷ πατρί.
Εἰ δ' οὖσα μάντις καὶ τὰ θεῖ' ἡγουμένη
[920] τὸ μὲν δίκαιον τοῦ πατρὸς διαφθερεῖς,
τῷ δ' οὐ δικαίῳ συγγόνῳ σώσεις χάριν,
αἰσχρὸν τὰ μέν σε θεῖα πάντ' ἐξειδέναι,
τά τ' ὄντα καὶ μέλλοντα, τὰ δὲ δίκαια μή.
Τήν τ' ἀθλίαν ἔμ', οἷσιν ἔγκειμαι κακοῖς,
[925] ῥῦσαι, πάρεργον δοῦσα τοῦτο τῆς τύχης·
Ἑλένην γὰρ οὐδεὶς ὅστις οὐ στυγεῖ βροτῶν·
ἣ κλῄζομαι καθ' Ἑλλάδ' ὡς προδοῦσ' ἐμὸν
πόσιν Φρυγῶν ᾤκησα πολυχρύσους δόμους.
Ἢν δ' Ἑλλάδ' ἔλθω κἀπιβῶ Σπάρτης <πάλιν>,
[930] κλύοντες εἰσιδόντες ὡς τέχναις θεῶν
ὤλοντ', ἐγὼ δὲ προδότις οὐκ ἄρ' ἦ φίλων,
πάλιν μ' ἀνάξουσ' ἐς τὸ σῶφρον αὖθις αὖ,
ἑδνώσομαί τε θυγατέρ', ἣν οὐδεὶς γαμεῖ,
τὴν δ' ἐνθάδ' ἐκλιποῦσ' ἀλητείαν πικρὰν
[935] ὄντων ἐν οἴκοις χρημάτων ὀνήσομαι.
Κεἰ μὲν θανὼν ὅδ' ἐν πυρᾷ κατεσφάγη,
πρόσω σφ' ἀπόντα δακρύοις ἂν ἠγάπων·
νῦν δ' ὄντα καὶ σωθέντ' ἀφαιρεθήσομαι;
Μὴ δῆτα, παρθέν', ἀλλά σ' ἱκετεύω τόδε·
[940] δὸς τὴν χάριν μοι τήνδε καὶ μιμοῦ τρόπους
πατρὸς δικαίου· παισὶ γὰρ κλέος τόδε
κάλλιστον, ὅστις ἐκ πατρὸς χρηστοῦ γεγὼς
ἐς ταὐτὸν ἦλθε τοῖς τεκοῦσι τοὺς τρόπους.
Χορός
Οἰκτρὸν μὲν οἱ παρόντες ἐν μέσῳ λόγοι,
[945] οἰκτρὰ δὲ καὶ σύ. Τοὺς δὲ Μενέλεω ποθῶ
λόγους ἀκοῦσαι τίνας ἐρεῖ ψυχῆς πέρι.
Μενελέως
[947] Ἐγὼ σὸν οὔτ' ἂν προσπεσεῖν τλαίην γόνυ
οὔτ' ἂν δακρῦσαι βλέφαρα· τὴν Τροίαν γὰρ ἂν
δειλοὶ γενόμενοι πλεῖστον αἰσχύνοιμεν ἄν.
[950] Καίτοι λέγουσιν ὡς πρὸς ἀνδρὸς εὐγενοῦς
ἐν ξυμφοραῖσι δάκρυ' ἀπ' ὀφθαλμῶν βαλεῖν.
Ἀλλ' οὐχὶ τοῦτο τὸ καλόν, εἰ καλὸν τόδε,
αἱρήσομαι 'γὼ πρόσθε τῆς εὐψυχίας.
Ἀλλ', εἰ μὲν ἄνδρα σοι δοκεῖ σῷσαι ξένον
[955] ζητοῦντά γ' ὀρθῶς ἀπολαβεῖν δάμαρτ' ἐμήν,
ἀπόδος τε καὶ πρὸς σῷσον· εἰ δὲ μὴ δοκεῖ,
ἐγὼ μὲν οὐ νῦν πρῶτον ἀλλὰ πολλάκις
ἄθλιος ἂν εἴην, σὺ δὲ γυνὴ κακὴ φανῇ.
Ἃ δ' ἄξι' ἡμῶν καὶ δίκαι' ἡγούμεθα
[960] καὶ σῆς μάλιστα καρδίας ἀνθάψεται,
λέξω τάδ' ἀμφὶ μνῆμα σοῦ πατρὸς πόθῳ·
Ὦ γέρον, ὃς οἰκεῖς τόνδε λάινον τάφον,
ἀπόδος, ἀπαιτῶ τὴν ἐμὴν δάμαρτά σε,
ἣν Ζεὺς ἔπεμψε δεῦρό σοι σῴζειν ἐμοί.
[965] Οἶδ' οὕνεκ' ἡμῖν οὔποτ' ἀποδώσεις θανών·
ἀλλ' ἥδε πατέρα νέρθεν ἀνακαλούμενον
οὐκ ἀξιώσει τὸν πρὶν εὐκλεέστατον
κακῶς ἀκοῦσαι· κυρία γάρ ἐστι νῦν.
Ὦ νέρτερ' Ἅιδη, καὶ σὲ σύμμαχον καλῶ,
[970] ὃς πόλλ' ἐδέξω τῆσδ' ἕκατι σώματα
πεσόντα τὠμῷ φασγάνῳ, μισθὸν δ' ἔχεις·
ἢ νῦν ἐκείνους ἀπόδος ἐμψύχους πάλιν,
ἢ τήνδε πατρὸς εὐσεβοῦς ἀνάγκασον
κρείσσω φανεῖσαν τἀμά γ' ἀποδοῦναι λέχη.
[975] Εἰ δ' ἐμὲ γυναῖκα τὴν ἐμὴν συλήσετε,
ἅ σοι παρέλιπεν ἥδε τῶν λόγων, φράσω.
Ὅρκοις κεκλῄμεθ', ὡς μάθῃς, ὦ παρθένε,
πρῶτον μὲν ἐλθεῖν διὰ μάχης σῷ συγγόνῳ
κἀκεῖνον ἢ 'μὲ δεῖ θανεῖν· ἁπλοῦς λόγος.
[980] Ἢν δ' ἐς μὲν ἀλκὴν μὴ πόδ' ἀντιθῇ ποδί,
λιμῷ δὲ θηρᾷ τύμβον ἱκετεύοντε νώ,
κτανεῖν δέδοκται τήνδε μοι κἄπειτ' ἐμὸν
πρὸς ἧπαρ ὦσαι δίστομον ξίφος τόδε
τύμβου 'πὶ νώτοις τοῦδ', ἵν' αἵματος ῥοαὶ
[985] τάφου καταστάζωσι· κεισόμεσθα δὲ
νεκρὼ δύ' ἑξῆς τῷδ' ἐπὶ ξεστῷ τάφῳ,
ἀθάνατον ἄλγος σοί, ψόγος δὲ σῷ πατρί.
Οὐ γὰρ γαμεῖ τήνδ' οὔτε σύγγονος σέθεν
οὔτ' ἄλλος οὐδείς· ἀλλ' ἐγώ σφ' ἀπάξομαι,
[990] εἰ μὴ πρὸς οἴκους δυνάμεθ', ἀλλὰ πρὸς νεκρούς.
Τί ταῦτα; Δακρύοις ἐς τὸ θῆλυ τρεπόμενος
ἐλεινὸς ἦν ἂν μᾶλλον ἢ δραστήριος.
Κτεῖν', εἰ δοκεῖ σοι· δυσκλεᾶς γὰρ οὐ κτενεῖς·
μᾶλλόν γε μέντοι τοῖς ἐμοῖς πείθου λόγοις,
[995] ἵν' ᾖς δικαία καὶ δάμαρτ' ἐγὼ λάβω.
Χορός
[996] Ἐν σοὶ βραβεύειν, ὦ νεᾶνι, τοὺς λόγους·
οὕτω δὲ κρῖνον, ὡς ἅπασιν ἁνδάνῃς.
Θεονόη
Ἐγὼ πέφυκά τ' εὐσεβεῖν καὶ βούλομαι,
φιλῶ τ' ἐμαυτήν, καὶ κλέος τοὐμοῦ πατρὸς
[1000] οὐκ ἂν μιάναιμ', οὐδὲ συγγόνῳ χάριν
δοίην ἂν ἐξ ἧς δυσκλεὴς φανήσομαι.
Ἔνεστι δ' ἱερὸν τῆς δίκης ἐμοὶ μέγα
ἐν τῇ φύσει· καὶ τοῦτο Νηρέως πάρα
ἔχουσα σῴζειν, Μενέλεως, πειράσομαι.
[1005] Ἥρᾳ δ', ἐπείπερ βούλεταί σ' εὐεργετεῖν,
ἐς ταὐτὸν οἴσω ψῆφον· ἡ Κύπρις δ' ἐμοὶ
ἵλεως μὲν εἴη, ξυμβέβηκε δ' οὐδαμοῦ·
πειράσομαι δὲ παρθένος μένειν ἀεί.
Ἃ δ' ἀμφὶ τύμβῳ τῷδ' ὀνειδίζεις πατρί,
[1010] ἡμῖν ὅδ' αὑτὸς μῦθος. Ἀδικοίημεν ἄν,
εἰ μὴ ἀποδώσω· καὶ γὰρ ἂν κεῖνος βλέπων
ἀπέδωκεν ἂν σοὶ τήνδ' ἔχειν, ταύτῃ δὲ σέ.
Καὶ γὰρ τίσις τῶνδ' ἐστὶ τοῖς τε νερτέροις
καὶ τοῖς ἄνωθεν πᾶσιν ἀνθρώποις· ὁ νοῦς
[1015] τῶν κατθανόντων ζῇ μὲν οὔ, γνώμην δ' ἔχει
ἀθάνατον εἰς ἀθάνατον αἰθέρ' ἐμπεσών.
Ὡς οὖν παραινῶ μὴ μακράν, σιγήσομαι
ἅ μου καθικετεύσατ', οὐδὲ μωρίᾳ
ξύμβουλος ἔσομαι τῇ κασιγνήτου ποτέ.
[1020] Εὐεργετῶ γὰρ κεῖνον οὐ δοκοῦσ' ὅμως,
ἐκ δυσσεβείας ὅσιον εἰ τίθημί νιν.
Αὐτοὶ μὲν οὖν ὁδόν τιν' ἐξευρίσκετε,
ἐγὼ δ' ἀποστᾶσ' ἐκποδὼν σιγήσομαι.
Ἐκ τῶν θεῶν δ' ἄρχεσθε χἱκετεύετε
[1025] τὴν μέν σ' ἐᾶσαι πατρίδα νοστῆσαι Κύπριν,
Ἥρας δὲ τὴν ἔννοιαν ἐν ταὐτῷ μένειν
ἣν ἐς σὲ καὶ σὸν πόσιν ἔχει σωτηρίας.
Σὺ δ', ὦ θανών μοι πάτερ, ὅσον γ' ἐγὼ σθένω,
οὔποτε κεκλήσῃ δυσσεβὴς ἀντ' εὐσεβοῦς.
Χορός
[1030] Οὐδείς ποτ' εὐτύχησεν ἔκδικος γεγώς,
ἐν τῷ δικαίῳ δ' ἐλπίδες σωτηρίας.
Ἑλένη
Μενέλαε, πρὸς μὲν παρθένου σεσῴσμεθα·
τοὐνθένδε δὴ σὲ τοὺς λόγους φέροντα χρὴ
κοινὴν ξυνάπτειν μηχανὴν σωτηρίας.
Μενελέως
[1035] Ἄκουε δή νυν· χρόνιος εἶ κατὰ στέγας
καὶ συντέθραψαι προσπόλοισι βασιλέως.
Ἑλένη
Τί τοῦτ' ἔλεξας; Ἐσφέρεις γὰρ ἐλπίδας
ὡς δή τι δράσων χρηστὸν ἐς κοινόν γε νῷν.
Μενελέως
Πείσειας ἄν τιν' οἵτινες τετραζύγων
[1040] ὄχων ἀνάσσουσ', ὥστε νῷν δοῦναι δίφρους;
Ἑλένη
Πείσαιμ' <ἄν>· ἀλλὰ τίνα φυγὴν φευξούμεθα
πεδίων ἄπειροι βαρβάρου τ' ὄντες χθονός;
Μενελέως
Ἀδύνατον εἶπας. Φέρε, τί δ', εἰ κρυφθεὶς δόμοις
κτάνοιμ' ἄνακτα τῷδε διστόμῳ ξίφει;
Ἑλένη
[1045] Οὐκ ἄν σ' ἀνάσχοιτ' οὐδὲ σιγήσειεν ἂν
μέλλοντ' ἀδελφὴ σύγγονον κατακτενεῖν.
Μενελέως
Ἀλλ' οὐδὲ μὴν ναῦς ἔστιν ᾗ σωθεῖμεν ἂν
φεύγοντες· ἣν γὰρ εἴχομεν θάλασσ' ἔχει.
Ἑλένη
Ἄκουσον, ἤν τι καὶ γυνὴ λέξῃ σοφόν.
[1050] Βούλῃ λέγεσθαι, μὴ θανών, λόγῳ θανεῖν;
Μενελέως
Κακὸς μὲν ὄρνις· εἰ δὲ κερδανῶ, λέγειν
ἕτοιμός εἰμι μὴ θανὼν λόγῳ θανεῖν.
Ἑλένη
Καὶ μὴν γυναικείοις σ' ἂν οἰκτισαίμεθα
κουραῖσι καὶ θρήνοισι πρὸς τὸν ἀνόσιον.
Μενελέως
[1055] Σωτηρίας δὲ τοῦτ' ἔχει τί νῷν ἄκος;
Παλαιότης γὰρ τῷ λόγῳ γ' ἔνεστί τις.
Ἑλένη
Ὡς δὴ θανόντα σ' ἐνάλιον κενῷ τάφῳ
θάψαι τύραννον τῆσδε γῆς αἰτήσομαι.
Μενελέως
Καὶ δὴ παρεῖκεν· εἶτα πῶς ἄνευ νεὼς
[1060] σωθησόμεσθα κενοταφοῦντ' ἐμὸν δέμας;
Ἑλένη
Δοῦναι κελεύσω πορθμίδ', ᾗ καθήσομαι
κόσμον τάφῳ σῷ πελαγίους ἐς ἀγκάλας.
Μενελέως
Ὡς εὖ τόδ' εἶπας πλὴν ἕν· εἰ χέρσῳ ταφὰς
θεῖναι κελεύσει σ', οὐδὲν ἡ σκῆψις φέρει.
Ἑλένη
[1065] Ἀλλ' οὐ νομίζειν φήσομεν καθ' Ἑλλάδα
χέρσῳ καλύπτειν τοὺς θανόντας ἐναλίους.
Μενελέως
Τοῦτ' αὖ κατορθοῖς· εἶτ' ἐγὼ συμπλεύσομαι
καὶ συγκαθήσω κόσμον ἐν ταὐτῷ σκάφει.
Ἑλένη
Σὲ καὶ παρεῖναι δεῖ μάλιστα τούς τε σοὺς
[1070] πλωτῆρας οἵπερ ἔφυγον ἐκ ναυαγίας.
Μενελέως
Καὶ μὴν ἐάνπερ ναῦν ἐπ' ἀγκύρας λάβω,
ἀνὴρ παρ' ἄνδρα στήσεται ξιφηφόρος.
Ἑλένη
Σὲ χρὴ βραβεύειν πάντα· πόμπιμοι μόνον
λαίφει πνοαὶ γένοιντο καὶ νεὼς δρόμος.
Μενελέως
[1075] Ἔσται· πόνους γὰρ δαίμονες παύσουσί μου.
Ἀτὰρ θανόντα τοῦ μ' ἐρεῖς πεπυσμένη;
Ἑλένη
Σοῦ· καὶ μόνος γε φάσκε διαφυγεῖν μόρον
Ἀτρέως πλέων σὺν παιδὶ καὶ θανόνθ' ὁρᾶν.
Μενελέως
Καὶ μὴν τάδ' ἀμφίβληστρα σώματος ῥάκη
[1080] ξυμμαρτυρήσει ναυτικῶν ἐρειπίων.
Ἑλένη
Ἐς καιρὸν ἦλθε, τότε δ' ἄκαιρ' ἀπώλλυτο·
τὸ δ' ἄθλιον κεῖν' εὐτυχὲς τάχ' ἂν πέσοι.
Μενελέως
Πότερα δ' ἐς οἴκους σοὶ συνεισελθεῖν με χρὴ
ἢ πρὸς τάφῳ τῷδ' ἥσυχοι καθώμεθα;
Ἑλένη
[1085] Αὐτοῦ μέν'· ἢν γὰρ καί τι πλημμελές σε δρᾷ,
τάφος σ' ὅδ' ἂν ῥύσαιτο φάσγανόν τε σόν.
Ἐγὼ δ' ἐς οἴκους βᾶσα βοστρύχους τεμῶ
πέπλων τε λευκῶν μέλανας ἀνταλλάξομαι
παρῇδί τ' ὄνυχα φόνιον ἐμβαλῶ χροός.
[1090] Μέγας γὰρ ἁγών, καὶ βλέπω δύο ῥοπάς·
ἢ γὰρ θανεῖν δεῖ μ', ἢν ἁλῶ τεχνωμένη,
ἢ πατρίδα τ' ἐλθεῖν καὶ σὸν ἐκσῷσαι δέμας.
Ὦ πότνι' ἣ Δίοισιν ἐν λέκτροις πίτνεις
Ἥρα, δύ' οἰκτρὼ φῶτ' ἀνάψυξον πόνων,
[1095] αἰτούμεθ' ὀρθὰς ὠλένας πρὸς οὐρανὸν
ῥίπτονθ', ἵν' οἰκεῖς ἀστέρων ποικίλματα.
Σύ θ', ἣ 'πὶ τὠμῷ κάλλος ἐκτήσω γάμῳ,
κόρη Διώνης Κύπρι, μή μ' ἐξεργάσῃ.
Ἅλις δὲ λύμης ἥν μ' ἐλυμήνω πάρος
[1100] τοὔνομα παρασχοῦσ', οὐ τὸ σῶμ', ἐν βαρβάροις.
Θανεῖν δ' ἔασόν μ', εἰ κατακτεῖναι θέλεις,
ἐν γῇ πατρῴᾳ. Τί ποτ' ἄπληστος εἶ κακῶν,
ἔρωτας ἀπάτας δόλιά τ' ἐξευρήματα
ἀσκοῦσα φίλτρα θ' αἱματηρὰ δωμάτων;
[1105] Εἰ δ' ἦσθα μετρία, τἄλλα γ' ἡδίστη θεῶν
πέφυκας ἀνθρώποισιν· οὐκ ἄλλως λέγω.
Χορός
[1107] Σὲ τὰν ἐναύλοις ὑπὸ δενδροκόμοις
μουσεῖα καὶ θάκους ἐνί-
ζουσαν ἀναβοάσω,
σὲ τὰν ἀοιδοτάταν ὄρνιθα μελῳδὸν
[1110] ἀηδόνα δακρυόεσσαν,
ἔλθ' ὦ διὰ ξουθᾶν
γενύων ἐλελιζομένα
θρήνων ἐμοὶ ξυνεργός,
Ἑλένας μελέας πόνους
τὸν Ἰλιάδων τ' ἀει
[1115] δούσᾳ δακρυόεντα πότμον
Ἀχαιῶν ὑπὸ λόγχαις·
ὅτ' ἔδραμε ῥόθια πεδία βαρβάρῳ πλάτᾳ
ὅτ' ἔμολεν ἔμολε, μέλεα Πριαμίδαις ἄγων
Λακεδαίμονος ἄπο λέχεα
[1120] σέθεν, ὦ Ἑλένα, Πάρις αἰνόγαμος
πομπαῖσιν Ἀφροδίτας.
Πολλοὶ δ' Ἀχαιῶν δορὶ καὶ πετρίναις
ῥιπαῖσιν ἐκπνεύσαντες Ἅι-
δαν μέλεον ἔχουσιν,
ταλαινᾶν ἀλόχων κείραντες ἔθειραν·
[1125] ἄνυμφα δὲ μέλαθρα κεῖται·
πολλοὺς δὲ πυρσεύσας
φλογερὸν σέλας ἀμφιρύταν
Εὔβοιαν εἷλ' Ἀχαιῶν
μονόκωπος ἀνήρ, πέτραις
Καφηρίσιν ἐμβαλὼν
[1130] Αἰγαίαις τ' ἐνάλοις δόλιον
ἀκταῖς ἀστέρα λάμψας.
ἀλίμενα δ' ὄρεα Μάλεα χειμάτων πνοᾷ,
ὅτ' ἔσυτο πατρίδος ἀποπρό, βαρβάρου στολᾶς
γέρας, οὐ γέρας ἀλλ' ἔριν,
[1135] Δαναῶν Μενέλας ἐπὶ ναυσὶν ἄγων,
εἴδωλον ἱερὸν Ἥρας.
Ὅ τι θεὸς ἢ μὴ θεὸς ἢ τὸ μέσον,
τίς φησ' ἐρευνήσας βροτῶν
μακρότατον πέρας εὑρεῖν
[1140] ὃς τὰ θεῶν ἐσορᾷ
δεῦρο καὶ αὖθις ἐκεῖσε
καὶ πάλιν ἀντιλόγοις
πηδῶντ' ἀνελπίστοις τύχαις;
Σὺ Διὸς ἔφυς, ὦ Ἑλένα, θυγάτηρ·
[1145] πτανὸς γὰρ ἐν κόλποις σε Λή-
δας ἐτέκνωσε πατήρ.
κᾆτ' ἰαχήθης καθ' Ἑλλανίαν
προδότις ἄπιστος ἄδικος ἄθεος· οὐδ' ἔχω
τί τὸ σαφὲς ἔτι ποτ' ἐν βροτοῖς·
[1150] τὸ τῶν θεῶν <δ'> ἔπος ἀλαθὲς ηὗρον.
Ἄφρονες ὅσοι τὰς ἀρετὰς πολέμῳ
λόγχαισί τ' ἀλκαίου δορὸς
κτᾶσθε, πόνους ἀμαθῶς θνα-
τῶν καταπαυόμενοι·
[1155] εἰ γὰρ ἅμιλλα κρινεῖ νιν
αἵματος, οὔποτ' ἔρις
λείψει κατ' ἀνθρώπων πόλεις·
ᾇ Πριαμίδος γᾶς ἔλαχον θαλάμους,
ἐξὸν διορθῶσαι λόγοις
[1160] σὰν ἔριν, ὦ Ἑλένα.
νῦν δ' οἳ μὲν Ἅιδᾳ μέλονται κάτω,
τείχεα δὲ φλογμὸς ὥστε Διός ἐπέσυτο φλόξ,
ἐπὶ δὲ πάθεα πάθεσι φέρεις
ἀθλίοις συμφοραῖς αἰλίνοις.
Θεοκλύμενος
[1165] Ὦ χαῖρε, πατρὸς μνῆμ'· ἐπ' ἐξόδοισι γὰρ
ἔθαψα, Πρωτεῦ, σ' ἕνεκ' ἐμῆς προσρήσεως·
ἀεὶ δέ σ' ἐξιών τε κἀσιὼν δόμους
Θεοκλύμενος παῖς ὅδε προσεννέπει, πάτερ.
ὑμεῖς μὲν οὖν κύνας τε καὶ θηρῶν βρόχους,
[1170] δμῶες, κομίζετ' ἐς δόμους τυραννικούς·
ἐγὼ δ' ἐμαυτὸν πόλλ' ἐλοιδόρησα δή·
οὐ γάρ τι θανάτῳ τοὺς κακοὺς κολάζομεν;
Καὶ νῦν πέπυσμαι φανερὸν Ἑλλήνων τινὰ
ἐς γῆν ἀφῖχθαι καὶ λεληθέναι σκοπούς,
[1175] ἤτοι κατόπτην ἢ κλοπαῖς θηρώμενον
Ἑλένην· θανεῖται δ', ἤν γε δὴ ληφθῇ μόνον.
Ἔα·
ἀλλ', ὡς ἔοικε, πάντα διαπεπραγμένα
ηὕρηκα· τύμβου γὰρ κενὰς λιποῦσ' ἕδρας
ἡ Τυνδαρὶς παῖς ἐκπεπόρθμευται χθονός.
[1180] Ὠή, χαλᾶτε κλῇθρα· λύεθ' ἱππικὰ
φάτνης, ὀπαδοί, κἀκκομίζεθ' ἅρματα,
ὡς ἂν πόνου γ' ἕκατι μὴ λάθῃ με γῆς
τῆσδ' ἐκκομισθεῖσ' ἄλοχος, ἧς ἐφίεμαι.
Ἐπίσχετ'· εἰσορῶ γὰρ οὓς διώκομεν
[1185] παρόντας ἐν δόμοισι κοὐ πεφευγότας.
Αὕτη, τί πέπλους μέλανας ἐξήψω χροὸς
λευκῶν ἀμείψασ' ἔκ τε κρατὸς εὐγενοῦς
κόμας σίδηρον ἐμβαλοῦσ' ἀπέθρισας
χλωροῖς τε τέγγεις δάκρυσι σὴν παρηίδα
[1190] κλαίουσα; Πότερον ἐννύχοις πεπεισμένη
στένεις ὀνείροις, ἢ φάτιν τιν' οἴκοθεν
κλύουσα λύπῃ σὰς διέφθαρσαι φρένας;
Ἑλένη
Ὦ δέσποτ' ἤδη γὰρ τόδ' ὀνομάζω σ' ἔπος
ὄλωλα· φροῦδα τἀμὰ κοὐδέν εἰμ' ἔτι.
Θεοκλύμενος
[1195] Ἐν τῷ δὲ κεῖσαι συμφορᾶς; Τίς ἡ τύχη;
Ἑλένη
Μενέλαος οἴμοι, πῶς φράσω; Τέθνηκέ μοι.
Θεοκλύμενος
Οὐδέν τι χαίρω σοῖς λόγοις, τὰ δ' εὐτυχῶ.
Πῶς <δ'> οἶσθα; Μῶν σοι Θεονόη λέγει τάδε;
Ἑλένη
Κείνη τε φησὶν ὅ τε παρὼν ὅτ' ὤλλυτο.
Θεοκλύμενος
[1200] Ἥκει γὰρ ὅστις καὶ τάδ' ἀγγέλλει σαφῆ;
Ἑλένη
Ἥκει· μόλοι γὰρ οἷ σφ' ἐγὼ χρῄζω μολεῖν.
Θεοκλύμενος
Τίς ἐστι; Ποῦ 'στιν; Ἵνα σαφέστερον μάθω.
Ἑλένη
Ὅδ' ὃς κάθηται τῷδ' ὑποπτήξας τάφῳ.
Θεοκλύμενος
Ἄπολλον, ὡς ἐσθῆτι δυσμόρφῳ πρέπει.
Ἑλένη
[1205] Οἴμοι, δοκῶ μὲν κἀμὸν ὧδ' ἔχειν πόσιν.
Θεοκλύμενος
ποδαπὸς δ' ὅδ' ἁνὴρ καὶ πόθεν κατέσχε γῆν;
Ἑλένη
Ἕλλην, Ἀχαιῶν εἷς ἐμῷ σύμπλους πόσει.
Θεοκλύμενος
Θανάτῳ δὲ ποίῳ φησὶ Μενέλεων θανεῖν;
Ἑλένη
Οἰκτρόταθ', ὑγροῖσιν ἐν κλυδωνίοις ἁλός.
Θεοκλύμενος
[1210] Ποῦ βαρβάροισι πελάγεσιν ναυσθλούμενον;
Ἑλένη
Λιβύης ἀλιμένοις ἐκπεσόντα πρὸς πέτραις.
Θεοκλύμενος
Καὶ πῶς ὅδ' οὐκ ὄλωλε κοινωνῶν πλάτης;
Ἑλένη
Ἐσθλῶν κακίους ἐνίοτ' εὐτυχέστεροι.
Θεοκλύμενος
Λιπὼν δὲ ναὸς ποῦ πάρεστιν ἔκβολα;
Ἑλένη
[1215] Ὅπου κακῶς ὄλοιτο, Μενέλεως δὲ μή.
Θεοκλύμενος
Ὄλωλ' ἐκεῖνος. Ἦλθε δ' ἐν ποίῳ σκάφει;
Ἑλένη
ναῦταί σφ' ἀνείλοντ' ἐντυχόντες, ὡς λέγει.
Θεοκλύμενος
Ποῦ δὴ τὸ πεμφθὲν ἀντὶ σοῦ Τροίᾳ κακόν;
Ἑλένη
Νεφέλης λέγεις ἄγαλμα; Ἐς αἰθέρ' οἴχεται.
Θεοκλύμενος
[1220] Ὦ Πρίαμε καὶ γῆ Τρῳάς, <ὡς> ἔρρεις μάτην.
Ἑλένη
Κἀγὼ μετέσχον Πριαμίδαις δυσπραξίας.
Θεοκλύμενος
Πόσιν δ' ἄθαπτον ἔλιπεν ἢ κρύπτει χθονί;
Ἑλένη
Ἄθαπτον· οἲ ἐγὼ τῶν ἐμῶν τλήμων κακῶν.
Θεοκλύμενος
Τῶνδ' οὕνεκ' ἔταμες βοστρύχους ξανθῆς κόμης·
Ἑλένη
[1225] Φίλος γάρ ἐστιν, ὅς ποτ' ἐστίν, ἐνθάδ' ὤν.
Θεοκλύμενος
Ὀρθῶς μὲν ἥδε συμφορὰ δακρύεται
Ἑλένη
Ἐν εὐμαρεῖ γοῦν σὴν κασιγνήτην λαθεῖν.
Θεοκλύμενος
Οὐ δῆτα. Πῶς οὖν; Τόνδ' ἔτ' οἰκήσεις τάφον;
Ἑλένη
Τί κερτομεῖς με, τὸν θανόντα δ' οὐκ ἐᾷς;
Θεοκλύμενος
[1230] Πιστὴ γὰρ εἶ σὺ σῷ πόσει φεύγουσά με.
Ἑλένη
Ἀλλ' οὐκέτ'· ἤδη δ' ἄρχε τῶν ἐμῶν γάμων.
Θεοκλύμενος
Χρόνια μὲν ἦλθεν, ἀλλ' ὅμως αἰνῶ τάδε.
Ἑλένη
Οἶσθ' οὖν ὃ δρᾶσον; Τῶν πάρος λαθώμεθα.
Θεοκλύμενος
Ἐπὶ τῷ; Χάρις γὰρ ἀντὶ χάριτος ἐλθέτω.
Ἑλένη
[1235] Σπονδὰς τέμωμεν καὶ διαλλάχθητί μοι.
Θεοκλύμενος
Μεθίημι νεῖκος τὸ σόν, ἴτω δ' ὑπόπτερον.
Ἑλένη
Πρός νύν σε γονάτων τῶνδ', ἐπείπερ εἶ φίλος
Θεοκλύμενος
Τί χρῆμα θηρῶσ' ἱκέτις ὠρέχθης ἐμοῦ;
Ἑλένη
Τὸν κατθανόντα πόσιν ἐμὸν θάψαι θέλω.
Θεοκλύμενος
[1240] Τί δ'; Ἔστ' ἀπόντων τύμβος; Ἢ θάψεις σκιάν;
Ἑλένη
Ἕλλησίν ἐστι νόμος, ὃς ἂν πόντῳ θάνῃ
Θεοκλύμενος
Τί δρᾶν; Σοφοί τοι Πελοπίδαι τὰ τοιάδε.
Ἑλένη
Κενοῖσι θάπτειν ἐν πέπλων ὑφάσμασιν.
Θεοκλύμενος
Κτέριζ'· ἀνίστη τύμβον οὗ χρῄζεις χθονός.
Ἑλένη
[1245] Οὐχ ὧδε ναύτας ὀλομένους τυμβεύομεν.
Θεοκλύμενος
Πῶς δαί; Λέλειμμαι τῶν ἐν Ἕλλησιν νόμων.
Ἑλένη
Ἐς πόντον ὅσα χρὴ νέκυσιν ἐξορμίζομεν.
Θεοκλύμενος
Τί σοι παράσχω δῆτα τῷ τεθνηκότι;
Ἑλένη
Ὅδ' οἶδ', ἐγὼ δ' ἄπειρος, εὐτυχοῦσα πρίν.
Θεοκλύμενος
[1250] Ὦ ξένε, λόγων μὲν κληδόν' ἤνεγκας φίλην.
Μενελέως
Οὔκουν ἐμαυτῷ γ' οὐδὲ τῷ τεθνηκότι.
Θεοκλύμενος
Πῶς τοὺς θανόντας θάπτετ' ἐν πόντῳ νεκρούς;
Μενελέως
Ὡς ἂν παρούσης οὐσίας ἕκαστος ᾖ.
Θεοκλύμενος
Πλούτου λέγ' οὕνεχ' ὅ τι θέλεις ταύτης χάριν.
Μενελέως
[1255] Προσφάζεται μὲν αἷμα πρῶτα νερτέροις.
Θεοκλύμενος
Τίνος; Σύ μοι σήμαινε, πείσομαι δ' ἐγώ.
Μενελέως
Αὐτὸς σὺ γίγνωσκ'· ἀρκέσει γὰρ ἃν διδῷς.
Θεοκλύμενος
Ἐν βαρβάροις μὲν ἵππον ἢ ταῦρον νόμος.
Μενελέως
Διδούς γε μὲν δὴ δυσγενὲς μηδὲν δίδου.
Θεοκλύμενος
[1260] Οὐ τῶνδ' ἐν ἀγέλαις ὀλβίαις σπανίζομεν.
Μενελέως
Καὶ στρωτὰ φέρεται λέκτρα σώματος κενά.
Θεοκλύμενος
Ἔσται· τί δ' ἄλλο προσφέρειν νομίζεται;
Μενελέως
Χαλκήλαθ' ὅπλα· καὶ γὰρ ἦν φίλος δορί.
Θεοκλύμενος
Ἄξια τάδ' ἔσται Πελοπιδῶν ἃ δώσομεν.
Μενελέως
[1265] Καὶ τἄλλ' ὅσα χθὼν καλὰ φέρει βλαστήματα.
Θεοκλύμενος
Πῶς οὖν; Ἐς οἶδμα τίνι τρόπῳ καθίετε;
Μενελέως
Ναῦν δεῖ παρεῖναι κἀρετμῶν ἐπιστάτας.
Θεοκλύμενος
Πόσον δ' ἀπείργει μῆκος ἐκ γαίας δόρυ;
Μενελέως
Ὥστ' ἐξορᾶσθαι ῥόθια χερσόθεν μόλις.
Θεοκλύμενος
[1270] Τί δή; Τόδ' Ἑλλὰς νόμιμον ἐκ τίνος σέβει;
Μενελέως
Ὡς μὴ πάλιν γῇ λύματ' ἐκβάλῃ κλύδων.
Θεοκλύμενος
Φοίνισσα κώπη ταχύπορος γενήσεται.
Μενελέως
Καλῶς ἂν εἴη Μενέλεῴ τε πρὸς χάριν.
Θεοκλύμενος
Οὔκουν σὺ χωρὶς τῆσδε δρῶν ἀρκεῖς τάδε;
Μενελέως
[1275] Μητρὸς τόδ' ἔργον ἢ γυναικὸς ἢ τέκνων.
Θεοκλύμενος
Ταύτης ὁ μόχθος, ὡς λέγεις, θάπτειν πόσιν.
Μενελέως
Ἐν εὐσεβεῖ γοῦν νόμιμα μὴ κλέπτειν νεκρῶν.
Θεοκλύμενος
[1278] Ἴτω· πρὸς ἡμῶν ἄλοχον εὐσεβῆ τρέφειν.
Ἐλθὼν δ' ἐς οἴκους ἐξελοῦ κόσμον νεκρῷ·
[1280] καὶ σὲ οὐ κεναῖσι χερσὶ γῆς ἀποστελῶ,
δράσαντα τῇδε πρὸς χάριν· φήμας δ' ἐμοὶ
ἐσθλὰς ἐνεγκὼν ἀντὶ τῆς ἀχλαινίας
ἐσθῆτα λήψῃ σῖτά θ', ὥστε σ' ἐς πάτραν
ἐλθεῖν, ἐπεὶ νῦν γ' ἀθλίως ἔχονθ' ὁρῶ.
[1285] Σὺ δ', ὦ τάλαινα, μὴ 'πὶ τοῖς ἀνηνύτοις
τρύχουσα σαυτήν Μενέλεως δ' ἔχει πότμον,
κοὐκ ἂν δύναιτο ζῆν ὁ κατθανὼν πόσις.
Μενελέως
Σὸν ἔργον, ὦ νεᾶνι· τὸν παρόντα μὲν
στέργειν πόσιν χρή, τὸν δὲ μηκέτ' ὄντ' ἐᾶν·
[1290] ἄριστα γάρ σοι ταῦτα πρὸς τὸ τυγχάνον.
Ἢν δ' Ἑλλάδ' ἔλθω καὶ τύχω σωτηρίας,
[1293] παύσω ψόγου σε τοῦ πρίν, ἢν γυνὴ γένῃ
[1292] οἵαν γενέσθαι χρή σε σῷ ξυνευνέτῃ.
Ἑλένη
[1294] Ἔσται τάδ'· οὐδὲ μέμψεται πόσις ποτὲ
[1295] ἡμῖν· σὺ δ' αὐτὸς ἐγγὺς ὢν εἴσῃ τάδε.
Ἀλλ', ὦ τάλας, εἴσελθε καὶ λουτρῶν τύχε
ἐσθῆτά τ' ἐξάλλαξον. Οὐκ ἐς ἀμβολὰς
εὐεργετήσω σ'· εὐμενέστερον γὰρ ἂν
τῷ φιλτάτῳ μοι Μενέλεῳ τὰ πρόσφορα
[1300] δρῴης ἄν, ἡμῶν τυγχάνων οἵων σε χρή.
Χορός
[1301] Ὀρεία ποτὲ δρομάδι κώ-
λῳ μάτηρ θεῶν ἐσύθη ἀν'
ὑλάεντα νάπη
ποτάμιόν τε χεῦμ' ὑδάτων
[1305] βαρύβρομόν τε κῦμ' ἅλιον
πόθῳ τᾶς ἀποιχομένας
ἀρρήτου κούρας.
Κρόταλα δὲ βρόμια διαπρύσιον
ἱέντα κέλαδον ἀνεβόα,
[1310] θηρῶν ὅτε ζυγίους
ζευξάσᾳ θεᾷ σατίνας
τὰν ἁρπασθεῖσαν κυκλίων
χορῶν ἔξω παρθενίων
μετὰ κούραν, ἀελλόποδες,
[1315] ἃ μὲν τόξοις Ἄρτεμις, ἃ δ'
ἔγχει Γοργῶπις πάνοπλος,
<συνείποντο. Ζεὺς δ' ἑδράνων>
αὐγάζων ἐξ οὐρανίων
[1318β] ἄλλαν μοῖραν ἔκραινε.
Δρομαῖον δ' ὅτε πολυπλάνη-
[1320] τον μάτηρ ἔπαυσε πόνον,
μαστεύουσα πόνους
θυγατρὸς ἁρπαγὰς δολίους,
χιονοθρέμμονάς γ' ἐπέρασ'
Ἰδαιᾶν Νυμφᾶν σκοπιάς·
[1325] ῥίπτει δ' ἐν πένθει
πέτρινα κατὰ δρία πολυνιφέα·
βροτοῖσι δ' ἄχλοα πεδία γᾶς
οὐ καρπίζουσ' ἀρότοις
λαῶν δὲ φθείρει γενεάν·
[1330] ποίμναις δ' οὐχ ἵει θαλερὰς
βοσκὰς εὐφύλλων ἑλίκων,
πόλεων δ' ἀπέλειπε βίος·
οὐδ' ἦσαν θεῶν θυσίαι,
βωμοῖς δ' ἄφλεκτοι πέλανοι·
[1335] πηγὰς δ' ἀμπαύει δροσερὰς
λευκῶν ἐκβάλλειν ὑδάτων
πένθει παιδὸς ἀλάστωρ.
Ἐπεὶ δ' ἔπαυσ' εἰλαπίνας
θεοῖς βροτείῳ τε γένει,
Ζεὺς μειλίσσων στυγίους
[1340] Ματρὸς ὀργὰς ἐνέπει·
Βᾶτε, σεμναὶ Χάριτες,
ἴτε, τᾷ περὶ παρθένῳ
Δηοῖ θυμωσαμένᾳ
λύπαν ἐξαλλάξατ' ἀλαλᾷ,
[1345] Μοῦσαί θ' ὕμνοισι χορῶν.
Χαλκοῦ δ' αὐδὰν χθονίαν
τύπανά τ' ἔλαβε βυρσοτενῆ
καλλίστα τότε πρῶτα μακά
ρων Κύπρις· γέλασέν τε θεὰ
[1350] δέξατό τ' ἐς χέρας
βαρύβρομον αὐλὸν
τερφθεῖσ' ἀλαλαγμῷ.
Ὧν οὐ θέμις <σ'> οὔθ' ὁσία
'πύρωσας ἐν <θεῶν> θαλάμοις,
[1355] μῆνιν δ' ἔσχες μεγάλας
ματρός, ὦ παῖ, θυσίας
οὐ σεβίζουσα θεᾶς.
Μέγα τοι δύναται νεβρῶν
παμποίκιλοι στολίδες
[1360] κισσοῦ τε στεφθεῖσα χλόα
νάρθηκας εἰς ἱερούς,
ῥόμβου θ' εἱλισσομένα
κύκλιος ἔνοσις αἰθερία,
βακχεύουσά τ' ἔθειρα Βρομί
[1365] ῳ καὶ παννυχίδες θεᾶς.
Εὖ δέ νιν ἄμασιν
ὑπέρβαλε σελάνα
μορφᾷ μόνον ηὔχεις.
Ἑλένη
[1369] Τὰ μὲν κατ' οἴκους εὐτυχοῦμεν, ὦ φίλαι·
[1370] ἡ γὰρ συνεκκλέπτουσα Πρωτέως κόρη
πόσιν παρόντα τὸν ἐμὸν ἱστορουμένη
οὐκ εἶπ' ἀδελφῷ· κατθανόντα δ' ἐν χθονὶ
οὔ φησιν αὐγὰς εἰσορᾶν ἐμὴν χάριν.
< [γαπ ιν τεχτ· ] >
Κάλλιστα δῆτ' ἀνήρπασ' ἐν τύχῃ πόσις·
[1375] ἃ γὰρ καθήσειν ὅπλ' ἔμελλεν εἰς ἅλα,
ταῦτ' ἐμβαλὼν πόρπακι γενναίαν χέρα
αὐτὸς κομίζει δόρυ τε δεξιᾷ λαβών,
ὡς τῷ θανόντι χάριτα δὴ συνεκπονῶν.
Προύργου δ' ἐς ἀλκὴν σῶμ' ὅπλοις ἠσκήσατο,
[1380] ὡς βαρβάρων τρόπαια μυρίων χερὶ
θήσων, ὅταν κωπῆρες ἐσβῶμεν σκάφος,
πέπλους δ' ἀμείψασ' ἀντὶ ναυφθόρου στολῆς
ἐγώ νιν ἐξήσκησα, καὶ λουτροῖς χρόα
ἔδωκα, χρόνια νίπτρα ποταμίας δρόσου.
[1385] Ἀλλ', ἐκπερᾷ γὰρ δωμάτων ὁ τοὺς ἐμοὺς
γάμους ἑτοίμους ἐν χεροῖν ἔχειν δοκῶν,
σιγητέον μοι· καὶ σὲ προσποιούμεθα
εὔνουν κρατεῖν τε στόματος, ἢν δυνώμεθα
σωθέντες αὐτοὶ καὶ σὲ συνσῶσαί ποτε.
Θεοκλύμενος
[1390] Χωρεῖτ' ἐφεξῆς, ὡς ἔταξεν ὁ ξένος,
δμῶες, φέροντες ἐνάλια κτερίσματα.
Ἑλένη, σὺ δ', ἤν σοι μὴ κακῶς δόξω λέγειν,
πείθου, μέν' αὐτοῦ· ταὐτὰ γὰρ παροῦσά τε
πράξεις τὸν ἄνδρα τὸν σὸν ἤν τε μὴ παρῇς.
[1395] Δέδοικα γάρ σε μή τις ἐμπεσὼν πόθος
πείσῃ μεθεῖναι σῶμ' ἐς οἶδμα πόντιον
τοῦ πρόσθεν ἀνδρὸς χάρισιν ἐκπεπληγμένην·
ἄγαν γὰρ αὐτὸν οὐ παρόνθ' ὅμως στένεις.
Ἑλένη
[1399] Ὦ καινὸς ἡμῖν πόσις, ἀναγκαίως ἔχει
[1400] τὰ πρῶτα λέκτρα νυμφικάς θ' ὁμιλίας
τιμᾶν· ἐγὼ δὲ διὰ τὸ μὲν στέργειν πόσιν
καὶ ξυνθάνοιμ' ἄν· ἀλλὰ τίς κείνῳ χάρις
ξὺν κατθανόντι κατθανεῖν; Ἔα δέ με
αὐτὴν μολοῦσαν ἐντάφια δοῦναι νεκρῷ.
[1405] Θεοὶ δὲ σοί τε δοῖεν οἷ' ἐγὼ θέλω,
καὶ τῷ ξένῳ τῷδ', ὅτι συνεκπονεῖ τάδε.
Ἕξεις δέ μ' οἵαν χρή σ' ἔχειν ἐν δώμασι
γυναῖκ', ἐπειδὴ Μενέλεων εὐεργετεῖς
κἄμ'· ἔρχεται γὰρ δή τιν' ἐς τύχην τάδε.
[1410] Ὅστις δὲ δώσει ναῦν ἐν ᾗ τάδ' ἄξομεν,
πρόσταξον, ὡς ἂν τὴν χάριν πλήρη λάβω.
Θεοκλύμενος
Χώρει σὺ καὶ ναῦν τοῖσδε πεντηκόντορον
Σιδωνίαν δὸς κἀρετμῶν ἐπιστάτας.
Ἑλένη
Οὔκουν ὅδ' ἄρξει ναὸς ὃς κοσμεῖ τάφον;
Θεοκλύμενος
[1415] Μάλιστ'· ἀκούειν τοῦδε χρὴ ναύτας ἐμούς.
Ἑλένη
Αὖθις κέλευσον, ἵνα σαφῶς μάθωσί σου.
Θεοκλύμενος
Αὖθις κελεύω καὶ τρίτον γ', εἴ σοι φίλον.
Ἑλένη
Ὄναιο· κἀγὼ τῶν ἐμῶν βουλευμάτων.
Θεοκλύμενος
Μή νυν ἄγαν σὸν δάκρυσιν ἐκτήξῃς χρόα.
Ἑλένη
[1420] Ἥδ' ἡμέρα σοι τὴν ἐμὴν δείξει χάριν.
Θεοκλύμενος
Τὰ τῶν θανόντων οὐδέν, ἀλλ' ἄλλως πόνος.
Ἑλένη
Ἔστιν τι κἀκεῖ κἀνθάδ' ὧν ἐγὼ λέγω.
Θεοκλύμενος
Οὐδὲν κακίω Μενέλεώ μ' ἕξεις πόσιν.
Ἑλένη
Οὐδὲν σὺ μεμπτός· τῆς τύχης με δεῖ μόνον.
Θεοκλύμενος
[1425] Ἐν σοὶ τόδ', ἢν σὴν εἰς ἔμ' εὔνοιαν διδῷς.
Ἑλένη
Οὐ νῦν διδαξόμεσθα τοὺς φίλους φιλεῖν.
Θεοκλύμενος
Βούλῃ ξυνεργῶν αὐτὸς ἐκπέμψω στόλον;
Ἑλένη
Ἥκιστα· μὴ δούλευε σοῖς δούλοις, ἄναξ.
Θεοκλύμενος
[1429] Ἀλλ' εἶα· τοὺς μὲν Πελοπιδῶν ἐῶ νόμους·
[1430] καθαρὰ γὰρ ἡμῖν δώματ'· οὐ γὰρ ἐνθάδε
ψυχὴν ἀφῆκε Μενέλεως· ἴτω δέ τις
φράσων ὑπάρχοις τοῖς ἐμοῖς φέρειν γάμων
ἀγάλματ' οἴκους εἰς ἐμούς· πᾶσαν δὲ χρὴ
γαῖαν βοᾶσθαι μακαρίαις ὑμνῳδίαις
[1435] ὑμέναιον Ἑλένης κἀμόν, ὡς ζηλωτὸς ᾖ.
Σὺ δ', ὦ ξέν', ἐλθών, πελαγίους ἐς ἀγκάλας
τῷ τῆσδε πρίν ποτ' ὄντι δοὺς πόσει τάδε,
πάλιν πρὸς οἴκους σπεῦδ' ἐμὴν δάμαρτ' ἔχων,
ὡς τοὺς γάμους τοὺς τῆσδε συνδαίσας ἐμοὶ
[1440] στέλλῃ πρὸς οἴκους ἢ μένων εὐδαιμονῇς.
Μενελέως
Ὦ Ζεῦ, πατήρ τε καὶ σοφὸς κλῄζῃ θεός,
βλέψον πρὸς ἡμᾶς καὶ μετάστησον κακῶν.
Ἕλκουσι δ' ἡμῖν πρὸς λέπας τὰς συμφορὰς
σπουδῇ σύναψαι· κἂν ἄκρᾳ θίγῃς χερί,
[1445] ἥξομεν ἵν' ἐλθεῖν βουλόμεσθα τῆς τύχης.
Ἅλις δὲ μόχθων οὓς ἐμοχθοῦμεν πάρος.
Κέκλησθέ μοι, θεοί, πολλά χρήσθ' ἐμοῦ κλύειν
καὶ λύπρ'· ὀφείλω δ' οὐκ ἀεὶ πράσσειν κακῶς,
ὀρθῷ δὲ βῆναι ποδί· μίαν δέ μοι χάριν
[1450] δόντες τὸ λοιπὸν εὐτυχῆ με θήσετε.
Χορός
[1451] Φοίνισσα Σιδωνιὰς ὦ
ταχεῖα κώπα, ῥοθίοισι μάτηρ
εἰρεσίας φίλα,
χοραγὲ τῶν καλλιχόρων
[1455] δελφίνων, ὅταν αὔραις
πέλαγος ἀνήνεμον ᾖ,
γλαυκὰ δὲ Πόντου θυγάτηρ
Γαλάνεια τάδ' εἴπῃ·
Κατὰ μὲν ἱστία πετάσατ' αὔ-
[1460] ραις λιπόντες εἰναλίαις,
λάβετε δ' εἰλατίνας πλάτας,
ὦ ναῦται, ναῦται,
πέμποντες εὐλιμένους
Περσείων οἴκων Ἑλέναν ἐπ' ἀκτάς.
[1465] Ἦ που κόρας ἂν ποταμοῦ
παρ' οἶδμα Λευκιππίδας ἢ πρὸ ναοῦ
Παλλάδος ἂν λάβοις
χρόνῳ ξυνελθοῦσα χοροῖς
ἢ κώμοις Ὑακίνθου
[1470] νύχιον ἐς εὐφροσύναν,
ὃν ἐξαμιλλησάμενος
τροχῷ τέρμονα δίσκου
ἔκανε Φοῖβος, τᾷ Λακαί-
νᾳ γᾷ βούθυτον ἁμέραν·
[1475] ὁ Διὸς δ' εἶπε σέβειν γόνος·
μόσχον θ', ἃν οἴκοις
[1476β] <ἔλειπες, Ἑρμιόναν,>
ἇς οὔπω πεῦκαι πρὸ γάμων ἔλαμψαν.
Δι' ἀέρος εἴθε ποτανοὶ
γενοίμεσθ' ᾇ Λιβύας
[1480] οἰωνοὶ στοχάδες
ὄμβρον λιποῦσαι χειμέριον
νίσονται πρεσβυτάτᾳ
σύριγγι πειθόμεναι
[1485] ποιμένος, ὃς ἄβροχα πεδία καρποφόρα τε γᾶς
ἐπιπετόμενος ἰαχεῖ.
Ὦ πταναὶ δολιχαύχενες,
σύννομοι νεφέων δρόμου,
βᾶτε Πλειάδας ὑπὸ μέσας
[1490] Ὠρίωνά τ' ἐννύχιον·
καρύξατ' ἀγγελίαν,
Εὐρώταν ἐφεζόμεναι,
Μενέλεως ὅτι Δαρδάνου
πόλιν ἑλὼν δόμον ἥξει.
[1495] Μόλοιτέ ποθ' ἵππιον οἶμον
δι' αἰθέρος ἱέμενοι
παῖδες Τυνδαρίδαι,
λαμπρῶν ἄστρων ὑπ' ἀέλλαισιν·
οἳ ναίετ' οὐράνιοι,
[1500] σωτῆρες τᾶς Ἑλένας,
γλαυκὸν ἔπιτ' οἶδμα κυανόχροά τε κυμάτων
ῥόθια πολιὰ θαλάσσας,
ναύταις εὐαεῖς ἀνέμων
[1505] πέμποντες Διόθεν πνοάς·
δύσκλειαν δ' ἀπὸ συγγόνου
βάλετε βαρβάρων λεχέων,
ἃν Ἰδαίων ἐρίδων
ποιναθεῖσ' ἐκτήσατο, γᾶν
[1510] οὐκ ἐλθοῦσά <ποτ'> Ἰλίου
Φοιβείους ἐπὶ πύργους.
Ἄγγελος
[1512] Ἄναξ, τὰ κάκιστ' ἐν δόμοις εὑρήκαμεν·
ὡς καίν' ἀκούσῃ πήματ' ἐξ ἐμοῦ τάχα.
Θεοκλύμενος
Τί δ' ἔστιν;
Ἄγγελος
Ἄλλης ἐκπόνει μνηστεύματα
[1515] γυναικός· Ἑλένη γὰρ βέβηκ' ἔξω χθονός.
Θεοκλύμενος
Πτεροῖσιν ἀρθεῖσ' ἢ πεδοστιβεῖ ποδί;
Ἄγγελος
Μενέλαος αὐτὴν ἐκπεπόρθμευται χθονός,
ὃς αὐτὸς αὑτὸν ἦλθεν ἀγγέλλων θανεῖν.
Θεοκλύμενος
Ὦ δεινὰ λέξας· τίς δέ νιν ναυκληρία
[1520] ἐκ τῆσδ' ἀπῆρε χθονός; Ἄπιστα γὰρ λέγεις.
Ἄγγελος
Ἥν γε ξένῳ δίδως σύ· τούς τε σοὺς ἔχων
ναύτας βέβηκεν, ὡς ἂν ἐν βραχεῖ μάθῃς.
Θεοκλύμενος
Πῶς; Εἰδέναι πρόθυμος· οὐ γὰρ ἐλπίδων
ἔσω βέβηκα μίαν ὑπερδραμεῖν χέρα
[1525] τοσούσδε ναύτας, ὧν ἀπεστάλης μέτα.
Ἄγγελος
[1526] Ἐπεὶ λιποῦσα τούσδε βασιλείους δόμους
ἡ τοῦ Διὸς παῖς πρὸς θάλασσαν ἐστάλη
σοφώταθ' ἁβρὸν πόδα τιθεῖσ' ἀνέστενε
πόσιν πέλας παρόντα κοὐ τεθνηκότα.
[1530] Ὡς δ' ἤλθομεν σῶν περίβολον νεωρίων,
Σιδωνίαν ναῦν πρωτόπλουν καθείλκομεν
ζυγῶν τε πεντήκοντα κἀρετμῶν μέτρα
ἔχουσαν. Ἔργου δ' ἔργον ἐξημείβετο·
ὃ μὲν γὰρ ἱστόν, ὃ δὲ πλάτην καθίσατο
[1535] ταρσόν τε χειρί, λευκά θ' ἱστί' εἰς ἓν ἦν
πηδάλιά τε ζεύγλαισι παρακαθίετο.
Κἀν τῷδε μόχθῳ, τοῦτ' ἄρα σκοπούμενοι,
Ἕλληνες ἄνδρες Μενέλεῳ ξυνέμποροι
προσῆλθον ἀκταῖς ναυφθόροις ἠσθημένοι
[1540] πέπλοισιν, εὐειδεῖς μέν, αὐχμηροὶ δ' ὁρᾶν.
Ἰδὼν δέ νιν παρόντας Ἀτρέως γόνος
προσεῖπε δόλιον οἶκτον ἐς μέσον φέρων·
Ὦ τλήμονες, πῶς ἐκ τίνος νεώς ποτε
Ἀχαιίδος θραύσαντες ἥκετε σκάφος;
[1545] Ἆρ' Ἀτρέως παῖδ' ὀλόμενον συνθάπτετε,
ὃν Τυνδαρὶς παῖς ἥδ' ἀπόντα κενοταφεῖ;
Οἳ δ' ἐκβαλόντες δάκρυα ποιητῷ τρόπῳ,
ἐς ναῦν ἐχώρουν Μενέλεῳ ποντίσματα
φέροντες. Ἡμῖν δ' ἦν μὲν ἥδ' ὑποψία
[1550] λόγος τ' ἐν ἀλλήλοισι, τῶν ἐπεσβατῶν
ὡς πλῆθος εἴη· διεσιωπῶμεν δ' ὅμως
τοὺς σοὺς λόγους σῴζοντες· ἄρχειν γὰρ νεὼς
ξένον κελεύσας πάντα συνέχεας τάδε.
Καὶ τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼς
[1555] ἐθέμεθα κουφίζοντα· ταύρειος δὲ ποὺς
οὐκ ἤθελ' ὀρθὸς σανίδα προσβῆναι κάτα,
ἀλλ' ἐξεβρυχᾶτ' ὄμμ' ἀναστρέφων κύκλῳ
κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων
μὴ θιγγάνειν ἀπεῖργεν. Ὁ δ' Ἑλένης πόσις
[1560] ἐκάλεσεν· Ὦ πέρσαντες Ἰλίου πόλιν,
οὐκ εἶ' ἀναρπάσαντες Ἑλλήνων νόμῳ
νεανίαις ὤμοισι ταύρειον δέμας
ἐς πρῷραν ἐμβαλεῖτε, φάσγανόν θ' ἅμα
πρόχειρον ὤσει σφάγια τῷ τεθνηκότι;
[1565] Οἳ δ' ἐς κέλευσμ' ἐλθόντες ἐξανήρπασαν
ταῦρον φέροντές τ' εἰσέθεντο σέλματα.
Μονάμπυκον δὲ Μενέλεως ψήχων δέρην
μέτωπά τ' ἐξέπεισεν ἐσβῆναι δόρυ.
Τέλος δ', ἐπειδὴ ναῦς τὰ πάντ' ἐδέξατο,
[1570] πλήσασα κλιμακτῆρας εὐσφύρῳ ποδί
Ἑλένη καθέζετ' ἐν μέσοις ἑδωλίοις,
ὅ τ' οὐκέτ' ὢν λόγοισι Μενέλεως πέλας·
ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τ' ἴσοι
ἀνὴρ παρ' ἄνδρ' ἕζονθ', ὑφ' εἵμασι ξίφη
[1575] λαθραῖ' ἔχοντες, ῥόθιά τ' ἐξεπίμπλατο
βοῆς κελευστοῦ φθέγμαθ' ὡς ἠκούσαμεν.
Ἐπεὶ δὲ γαίας ἦμεν οὔτ' ἄγαν πρόσω
οὔτ' ἐγγύς, οὕτως ἤρετ' οἰάκων φύλαξ·
Ἔτ', ὦ ξέν', ἐς τὸ πρόσθεν ἢ καλῶς ἔχει
[1580] πλεύσωμεν; Ἀρχαὶ γὰρ νεὼς μέλουσι σοί.
Ὃ δ' εἶφ'· Ἅλις μοι. Δεξιᾷ δ' ἑλὼν ξίφος
ἐς πρῷραν εἷρπε κἀπὶ ταυρείῳ σφαγῇ
σταθεὶς νεκρῶν μὲν οὐδενὸς μνήμην ἔχων,
τέμνων δὲ λαιμὸν ηὔχετ'· Ὦ ναίων ἅλα
[1585] πόντιε Πόσειδον Νηρέως θ' ἁγναὶ κόραι,
σώσατέ μ' ἐπ' ἀκτὰς Ναυπλίας δάμαρτά τε
ἄσυλον ἐκ γῆς. Αἵματος δ' ἀπορροαὶ
ἐς οἶδμ' ἐσηκόντιζον οὔριοι ξένῳ.
Καί τις τόδ' εἶπε· Δόλιος ἡ ναυκληρία.
[1590] Πάλιν πλέωμεν· δεξιὰν κέλευε σύ,
σὺ δὲ στρέφ' οἴακ'. Ἐκ δὲ ταυρείου φόνου
Ἀτρέως σταθεὶς παῖς ἀνεβόησε συμμάχους·
Τί μέλλετ', ὦ γῆς Ἑλλάδος λωτίσματα,
σφάζειν φονεύειν βαρβάρους νεώς τ' ἄπο
[1595] ῥίπτειν ἐς οἶδμα; Ναυβάταις δὲ τοῖσι σοῖς
βοᾷ κελευστὴς τὴν ἐναντίαν ὄπα·
Οὐκ εἶ' ὃ μέν τις λοῖσθον ἀρεῖται δόρυ,
ὃ δὲ ζύγ' ἄξας, ὃ δ' ἀφελὼν σκαλμοῦ πλάτην
καθαιματώσει κρᾶτα πολεμίων ξένων;
[1600] Ὀρθοὶ δ' ἀνῇξαν πάντες, οἳ μὲν ἐν χεροῖν
κορμοὺς ἔχοντες ναυτικούς, οἳ δὲ ξίφη·
φόνῳ δὲ ναῦς ἐρρεῖτο. Παρακέλευσμα δ' ἦν
πρύμνηθεν Ἑλένης· Ποῦ τὸ Τρωικὸν κλέος;
Δείξατε πρὸς ἄνδρας βαρβάρους· σπουδῆς δ' ὕπο
[1605] ἔπιπτον, οἳ δ' ὠρθοῦντο, τοὺς δὲ κειμένους
νεκροὺς ἂν εἶδες. Μενέλεως δ' ἔχων ὅπλα,
ὅποι νοσοῖεν ξύμμαχοι κατασκοπῶν,
ταύτῃ προσῆγε χειρὶ δεξιᾷ ξίφος,
ὥστ' ἐκκολυμβᾶν ναός, ἠρήμωσε δὲ
[1610] σῶν ναυβατῶν ἐρετμά. Ἐπ' οἰάκων δὲ βὰς
ἄνακτ' ἐς Ἑλλάδ' εἶπεν εὐθύνειν δόρυ.
Οἳ δ' ἱστὸν ᾖρον, οὔριαι δ' ἧκον πνοαί.
Βεβᾶσι δ' ἐκ γῆς. Διαφυγὼν δ' ἐγὼ φόνον
καθῆκ' ἐμαυτὸν εἰς ἅλ' ἄγκυραν πάρα·
[1615] ἤδη δὲ κάμνονθ' ὁρμιατόνων μέ τις
ἀνείλετ', ἐς δὲ γαῖαν ἐξέβησέ σοι
τάδ' ἀγγελοῦντα. Σώφρονος δ' ἀπιστίας
οὐκ ἔστιν οὐδὲν χρησιμώτερον βροτοῖς.
Χορός
[1619] Οὐκ ἄν ποτ' ηὔχουν οὔτε σ' οὔθ' ἡμᾶς λαθεῖν
[1620] Μενέλαον, ὦναξ, ὡς ἐλάνθανεν παρών.
Θεοκλύμενος
Ὦ γυναικείαις τέχναισιν αἱρεθεὶς ἐγὼ τάλας·
ἐκπεφεύγασιν γάμοι με. Κεἰ μὲν ἦν ἁλώσιμος
ναῦς διώγμασιν, πονήσας εἷλον ἂν τάχα ξένους·
νῦν δὲ τὴν προδοῦσαν ἡμᾶς τεισόμεσθα σύγγονον,
[1625] ἥτις ἐν δόμοις ὁρῶσα Μενέλεων οὐκ εἶπέ μοι.
Τοιγὰρ οὔποτ' ἄλλον ἄνδρα ψεύσεται μαντεύμασιν.
Θεράπων
Οὗτος ὤ, ποῖ σὸν πόδ' αἴρεις, δέσποτ', ἐς ποῖον φόνον;
Θεοκλύμενος
Οἷπερ ἡ δίκη κελεύει με· ἀλλ' ἀφίστασ' ἐκποδών.
Θεράπων
Οὐκ ἀφήσομαι πέπλων σῶν· μεγάλα <γὰρ> σπεύδεις κακά.
Θεοκλύμενος
[1630] Ἀλλὰ δεσποτῶν κρατήσεις δοῦλος ὤν;
Θεράπων
Φρονῶ γὰρ εὖ.
Θεοκλύμενος
Οὐκ ἔμοιγ', εἰ μή μ' ἐάσεις
Θεράπων
Οὐ μὲν οὖν σ' ἐάσομεν.
Θεοκλύμενος
Σύγγονον κτανεῖν κακίστην
Θεράπων
Εὐσεβεστάτην μὲν οὖν.
Θεοκλύμενος
Ἥ με προύδωκεν
Θεράπων
Καλήν γε προδοσίαν, δίκαια δρᾶν.
Θεοκλύμενος
Τἀμὰ λέκτρ' ἄλλῳ διδοῦσα.
Θεράπων
Τοῖς γε κυριωτέροις.
Θεοκλύμενος
[1635] Κύριος δὲ τῶν ἐμῶν τίς;
Θεράπων
Ὃς ἔλαβεν πατρὸς πάρα.
Θεοκλύμενος
Ἀλλ' ἔδωκεν ἡ τύχη μοι.
Θεράπων
Τὸ δὲ χρεὼν ἀφείλετο.
Θεοκλύμενος
Οὐ σὲ τἀμὰ χρὴ δικάζειν.
Θεράπων
Ἤν γε βελτίω λέγω.
Θεοκλύμενος
Ἀρχόμεσθ' ἄρ', οὐ κρατοῦμεν.
Θεράπων
Ὅσια δρᾶν, τὰ δ' ἔκδικ' οὔ.
Θεοκλύμενος
Κατθανεῖν ἐρᾶν ἔοικας.
Θεράπων
[1639] Κτεῖνε· σύγγονον δὲ σὴν
[1640] οὐ κτενεῖς ἡμῶν ἑκόντων, ἀλλ' ἔμε· <ὡς> πρὸ δεσποτῶν
τοῖσι γενναίοισι δούλοις εὐκλεέστατον θανεῖν.
Διόσκοροι
[1642] Ἐπίσχες ὀργὰς αἷσιν οὐκ ὀρθῶς φέρῃ,
Θεοκλύμενε, γαίας τῆσδ' ἄναξ· δισσοὶ δέ σε
Διόσκοροι καλοῦμεν, οὓς Λήδα ποτὲ
[1645] ἔτικτεν Ἑλένην θ', ἣ πέφευγε σοὺς δόμους·
οὐ γὰρ πεπρωμένοισιν ὀργίζῃ γάμοις,
οὐδ' ἡ θεᾶς Νηρῇδος ἔκγονος κόρη
ἀδικεῖ σ' ἀδελφὴ Θεονόη, τὰ τῶν θεῶν
τιμῶσα πατρός τ' ἐνδίκους ἐπιστολάς.
[1650] Ἐς μὲν γὰρ αἰεὶ τὸν παρόντα νῦν χρόνον
κείνην κατοικεῖν σοῖσιν ἐν δόμοις ἐχρῆν·
ἐπεὶ δὲ Τροίας ἐξανεστάθη βάθρα,
καὶ τοῖς θεοῖς παρέσχε τοὔνομ', οὐκέτι·
ἐν τοῖσι δ' αὑτῆς δεῖ νιν ἐζεῦχθαι γάμοις
[1655] ἐλθεῖν τ' ἐς οἴκους καὶ συνοικῆσαι πόσει.
Ἀλλ' ἴσχε μὲν σῆς συγγόνου μέλαν ξίφος,
νόμιζε δ' αὐτὴν σωφρόνως πράσσειν τάδε.
Πάλαι δ' ἀδελφὴν κἂν πρὶν ἐξεσώσαμεν,
ἐπείπερ ἡμᾶς Ζεὺς ἐποίησεν θεούς·
[1660] ἀλλ' ἥσσον' ἦμεν τοῦ πεπρωμένου θ' ἅμα
καὶ τῶν θεῶν, οἷς ταῦτ' ἔδοξεν ὧδ' ἔχειν.
Σοὶ μὲν τάδ' αὐδῶ, συγγόνῳ δ' ἐμῇ λέγω·
πλεῖ ξὺν πόσει σῷ· πνεῦμα δ' ἕξετ' οὔριον·
σωτῆρε δ' ἡμεῖς σὼ κασιγνήτω διπλῶ
[1665] πόντον παριππεύοντε πέμψομεν πάτραν.
Ὅταν δὲ κάμψῃς καὶ τελευτήσῃς βίον,
θεὸς κεκλήσῃ καὶ Διοσκόρων μέτα
σπονδῶν μεθέξεις ξένιά τ' ἀνθρώπων πάρα
ἕξεις μεθ' ἡμῶν· Ζεὺς γὰρ ὧδε βούλεται.
[1670] Οὗ δ' ὥρισέν σοι πρῶτα Μαιάδος τόκος,
Σπάρτης ἀπάρας, τὸν κατ' οὐρανὸν δρόμον,
κλέψας δέμας σὸν μὴ Πάρις γήμειέ σε,
φρουρὸν παρ' Ἀκτὴν τεταμένην νῆσον λέγω
Ἑλένη τὸ λοιπὸν ἐν βροτοῖς κεκλήσεται,
[1675] ἐπεὶ κλοπαίαν σ' ἐκ δόμων ἐδέξατο.
Καὶ τῷ πλανήτῃ Μενέλεῳ θεῶν πάρα
μακάρων κατοικεῖν νῆσόν ἐστι μόρσιμον·
τοὺς εὐγενεῖς γὰρ οὐ στυγοῦσι δαίμονες,
τῶν δ' ἀναριθμήτων μᾶλλόν εἰσιν οἱ πόνοι.
Θεοκλύμενος
[1680] Ὦ παῖδε Λήδας καὶ Διός, τὰ μὲν πάρος
νείκη μεθήσω σφῶν κασιγνήτης πέρι·
ἐγὼ δ' ἀδελφὴν οὐκέτ' ἂν κτάνοιμ' ἐμήν.
Κείνη δ' ἴτω πρὸς οἶκον, εἰ θεοῖς δοκεῖ.
Ἴστον δ' ἀρίστης σωφρονεστάτης θ' ἅμα
[1685] γεγῶτ' ἀδελφῆς ὁμογενοῦς ἀφ' αἵματος.
Καὶ χαίρεθ' Ἑλένης οὕνεκ' εὐγενεστάτης
γνώμης, ὃ πολλαῖς ἐν γυναιξὶν οὐκ ἔνι.
Χορός
Πολλαὶ μορφαὶ τῶν δαιμονίων,
πολλὰ δ' ἀέλπτως κραίνουσι θεοί·
[1690] καὶ τὰ δοκηθέντ' οὐκ ἐτελέσθη,
τῶν δ' ἀδοκήτων πόρον ηὗρε θεός.
Τοιόνδ' ἀπέβη τόδε πρᾶγμα.



 




Δεν υπάρχουν σχόλια:

back to top