11 Φεβρουαρίου 2012

ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ : ΔΕΥΤΕΡΕΥΟΥΣΕΣ ONΟΜΑΤΙΚΕΣ ΠΡΟΤΑΣΕΙΣ

ΑΣΚΗΣΕΙΣ ΣΥΝΤΑΚΤΙΚΟΥ : ΔΕΥΤΕΡΕΥΟΥΣΕΣ ONΟΜΑΤΙΚΕΣ ΠΡΟΤΑΣΕΙΣ
Α. Να αναγνωριστούν οι δευτερεύουσες ονοματικές προτάσεις και να προσδιοριστεί ο συντακτικός τους ρόλος.
1. Ἀκούσας ὁ Ξενοφῶν ἔλεγεν ὅτι ὀρθῶς ᾐτιῶντο καὶ αὐτὸ τὸ ἔργον αὐτοῖς μαρτυροίη.
2. Ἀπεκρίνατο ὅτι οὔτ’ ἂν αὐτὸς Σερίφιος ὢν ὀνομαστὸς ἐγένετο οὔτ΄ ἐκεῖνος Ἀθηναῖος.
3. Δῆλόν ἐστιν ὅτι οὐκ ἂν προὔλεγεν, εἰ μὴ ἐπίστευεν ἀληθεύσειν.
4. Ζεὺς οὖν δείσας περὶ τῷ γένει ἡμῶν μὴ ἀπόλοιτο πᾶν Ἑρμῆν πέμπει ἄγοντα εἰς ἀνθρώπους αἰδῶ τε καὶ δίκην.
5. Φοβεῖσθε μὴ δυσκολώτερόν τι νῦν διάκειμαι ἢ ἐν τῷ πρόσθεν βίῳ.
6. Ἐφοβούμην μὴ αὐτὸν με λίθον τῇ ἀφωνίᾳ ποιήσειεν.
7. Ἔτι δὴ μοὶ καὶ τόδε σκέψαι, εἰ ἄρα ξυνομολογήσεις.
8. Τὸν στρατηγὸν ἐπιμελεῖσθαι δεῖ ὅπως σῶοὶ τε ἔσονται οἱ στρατιῶται καὶ τὰ ἐπιτήδεια ἕξουσιν.
9. Οὐκ οἶδα ὅ,τι δεῖ με λίαν ἀκριβῶς ἀπολογεῖσθαι.
10. Ὅθεν οὖν ἠνάγκασμαι κατηγορεῖν αὐτῶν, περὶ τούτων εἰπεῖν βούλομαι.
11. Ὁ οὖν Ζεὺς καὶ οἱ ἄλλοι θεοὶ ἐβουλεύοντο ὅ,τι χρὴ αὐτοὺς ποιῆσαι.
12. Θαυμάζω ἡ πόλις ὅπως ποτ’ ἐπὶ τὸ χεῖρον ἔκλινεν.
13. Ἴσως εἴποιεν ἂν πολλοὶ ὅτι οὐκ ἄν ποτε ὁ δίκαιος ἄδικος γένοιτο.
14. Βασιλεὺς δ’ αὖ ἤκουσε Τισσαφέρνους ὅτι οἱ Ἕλληνες νικῷεν τὸ καθ’ αὑτοὺς καὶ εἰς τὸ πρόσθεν οἴχονται διώκοντες.
15. Οἱ δὲ ἀπήγγελλον ὅτι ὅλον οὕτως ἀναπαύοιτο τὸ στράτευμα.
16. Δεινὸν ἐφαίνετο εἶναι, μὴ τινα καὶ εἰς τοὺς ἄλλους Ἕλληνας διαβολὴν σχοῖεν καὶ οἱ στρατιῶται δῦσνοι πρὸς τὰ πράγματα ὦσιν.
17. Δέδοικα μὴ λόγοις τισὶ ψευδέσιν ἐντετυχήκαμεν.
18. Ἄξιον δ΄ ἐνθυμηθῆναι καὶ λογίσασθαι τὰ πράγματα ἐν ᾧ καθέστηκε νυνὶ τὰ Φιλίππου.
19. Νῦν αἵρεσίς ἐστιν ὑμῖν, πότερ’ ὑμᾶς ἐκεῖ χρὴ πολεμεῖν ἢ πάρ’ ἡμῖν ἐκεῖνον.
20. Ἡρακλῆς ἠπόρει ποτέραν τῶν ὁδῶν τράπηται.
21. Οὗτοι ἔλεγον ὅτι Κῦρος τέθνηκεν, Ἀριαῖος δὲ πεφευγὼς εἴη.
22. Λέγουσιν οἱ σοφισταὶ ὡς οὐδὲν δέονται χρημάτων.
23. Βούλομαί σε τοῦτο διδάσκειν, ὡς ἡμῖν οὐκ ὀρθῶς ἀπιστεῖς.
24. Δέδοικα μὴ ἡμᾶς ἐξαπατήσῃ.
25. Κίνδυνός ἐστι μὴ μεταβάλωνται διαθέσεις.
26. Ἐδεδοίκειν μὴ ἐν τῷ κρατῆρι φάρμακα μεμειγμένα εἴη.
27. Ἐβουλεύοντο πῶς ἄν τὴν μάχην συμφορώτατα ποιήσαιντο.
28. Ἠρώτων αὐτὸν εἰ ἀναπλεύσοιεν ἔχων ἀργύριον.
29. Οὐκ οἶδα ὅπως πράξω.
30. Λέγε οὖν εἰ χρὴ ἐμὲ ἀπελθεῖν ἤ μή.
31. Φίλιππός ἔστι ὅ,τι ἄν εἴποι τις.
32. Τούτων Διοκλῆς ἦρχεν, ὅς ἦν φυγὰς ἐξ Ἄνδρου.
33. Τὸν ἄνδρα τοῦτον, ὅν πάλαι ζητεῖς, οὗτός ἐστιν ἐνθάδε.
34. Ἐδέδισαν μὴ καταλυθείη ἄν ὁ δῆμος.
35. Δῆλόν ἐστιν ὅτι νῦν οὐ περὶ δόξης πολεμοῦσιν.
36. Τισσαφέρνης διαβάλλει τὸν Κῦρον πρὸς τὸν ἀδελφὸν ὡς ἐπιβουλεύει αὐτῷ.
37. Φοβοῦμαι μὴ οὐ δυνηθῶ διὰ τὴν ἀπαιρίαν δηλῶσαι.
38. Ἐβουλεύοντο οἱ Πλαταιεῖς εἴτε κατακαύσωσιν αὐτοὺς εἴτε τι ἄλλο χρήσωνται.
39. Οὐκ αἰσχύνεσθε τοὺς θεοὺς οἵτινες προὔδοτε ἡμᾶς.
40. Ἦν τις Φυλλίδας, ὅς ἐγραμμάτευε τοῖς πολεμάρχοις.

Δεν υπάρχουν σχόλια:

back to top